<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="51">αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι</l><l n="52">πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.</l><l n="53">οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης</l><l n="54">χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβροχεν ὕδωρ,</l><l n="55">καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι</l><l n="56">παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·</l><l n="57">ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ</l><l n="58">βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίῃ·</l><l n="59">τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον</l><l n="60">Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχεʼ ἐσύλα.</l><l n="61"><milestone ed="P" unit="para"/>ὡς δʼ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς</l><l n="62">βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη·</l><l n="63">τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι</l><l n="64">πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει</l><l n="65">δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τʼ ἄνδρές τε νομῆες</l><l n="66">πολλὰ μάλʼ ἰύζουσιν ἀπόπροθεν οὐδʼ ἐθέλουσιν</l><l n="67">ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·</l></div></div></body></text></TEI>