<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="495">ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς</l><l n="496">αὐτώ τε κτενέειν ἐλάαν τʼ ἐριαύχενας ἵππους</l><l n="497">νήπιοι, οὐδʼ ἄρʼ ἔμελλον ἀναιμωτί γε νέεσθαι</l><l n="498">αὖτις ἀπʼ Αὐτομέδοντος. ὃ δʼ εὐξάμενος Διὶ πατρὶ</l><l n="499">ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας·</l><l n="500">αὐτίκα δʼ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον·</l><q><l n="501">Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,</l><l n="502">ἀλλὰ μάλʼ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε</l><l n="503">Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,</l><l n="504">πρίν γʼ ἐπʼ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω</l><l n="505">νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν</l><l n="506">Ἀργείων, ἤ κʼ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.</l></q><l n="507"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον·</l><q><l n="508">Αἴαντʼ Ἀργείων ἡγήτορε καὶ Μενέλαε</l><l n="509">ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθʼ οἵ περ ἄριστοι</l><l n="510">ἀμφʼ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν,</l><l n="511">νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·</l><l n="512">τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα</l><l n="513">Ἕκτωρ Αἰνείας θʼ, οἳ Τρώων εἰσὶν ἄριστοι.</l><l n="514">ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·</l><l n="515">ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.</l></q><milestone ed="p" n="516" unit="card"/><l n="516"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,</l><l n="517">καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·</l><l n="518">ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,</l><l n="519">νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.</l><l n="520">ὡς δʼ ὅτʼ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ</l><l n="521">κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο</l><l n="522">ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν,</l><l n="523">ὣς ἄρʼ ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος</l><l n="524">νηδυίοισι μάλʼ ὀξὺ κραδαινόμενον λύε γυῖα.</l><l n="525">Ἕκτωρ δʼ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ·</l><l n="526">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·</l><l n="527">πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν</l><l n="528">οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη</l><l n="529">ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.</l><l n="530">καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν ὁρμηθήτην</l><l n="531">εἰ μή σφωʼ Αἴαντε διέκριναν μεμαῶτε,</l><l n="532">οἵ ῥʼ ἦλθον καθʼ ὅμιλον ἑταίρου κικλήσκοντος·</l><l n="533">τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις</l><l n="534">Ἕκτωρ Αἰνείας τʼ ἠδὲ Χρομίος θεοειδής,</l><l n="535">Ἄρητον δὲ κατʼ αὖθι λίπον δεδαϊγμένον ἦτορ</l><l n="536">κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="537">τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="538">ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος</l><l n="539">κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.</l></q><l n="540"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα</l><l n="541">θῆκʼ, ἂν δʼ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν</l><l n="542">αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.</l><milestone ed="p" n="543" unit="card"/><l n="543"><milestone ed="P" unit="para"/>ἂψ δʼ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη</l><l n="544">ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη</l><l n="545">οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς</l><l n="546">ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετʼ αὐτοῦ.</l><l n="547">ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ</l><l n="548">Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο</l><l n="549">ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων</l><l n="550">ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει,</l><l n="551">ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν</l><l n="552">δύσετʼ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.</l><l n="553">πρῶτον δʼ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα</l><l n="554">ἴφθιμον Μενέλαον· ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν·</l><l n="555">εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν·</l><q><l n="556">σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος</l><l n="557">ἔσσεται εἴ κʼ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον</l><l n="558">τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.</l><l n="559">ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.</l></q><l n="560"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="561">Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη</l><l n="562">δοίη κάρτος ἐμοί, βελέων δʼ ἀπερύκοι ἐρωήν·</l><l n="563">τώ κεν ἔγωγʼ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν</l><l n="564">Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.</l><l n="565">ἀλλʼ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδʼ ἀπολήγει</l><l n="566">χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.</l><milestone ed="p" n="567" unit="card"/></q><l n="567"><milestone ed="P" unit="para"/>ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="568">ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.</l><l n="569">ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε,</l><l n="570">καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν,</l><l n="571">ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο</l><l n="572">ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμʼ ἀνθρώπου·</l><l n="573">τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας,</l><l n="574">βῆ δʼ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="575">ἔσκε δʼ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος</l><l n="576">ἀφνειός τʼ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ</l><l n="577">δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής·</l><l n="578">τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος</l><l n="579">ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·</l><l n="580">δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος</l><l n="581">νεκρὸν ὑπʼ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.</l><l n="582"><milestone ed="P" unit="para"/>Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων</l><l n="583">Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων</l><l n="584">ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων·</l><l n="585">τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων·</l><q><l n="586">Ἕκτορ τίς κέ σʼ ἔτʼ ἄλλος Ἀχαιῶν ταρβήσειεν;</l><l n="587">οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε</l><l n="588">μαλθακὸς αἰχμητής· νῦν δʼ οἴχεται οἶος ἀείρας</l><l n="589">νεκρὸν ὑπʼ ἐκ Τρώων, σὸν δʼ ἔκτανε πιστὸν ἑταῖρον</l><l n="590">ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος.</l></q><l n="591"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,</l><l n="592">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.</l><l n="593">καὶ τότʼ ἄρα Κρονίδης ἕλετʼ αἰγίδα θυσσανόεσσαν</l><l n="594">μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,</l><l n="595">ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δὲ τίναξε,</l><l n="596">νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς.</l><milestone ed="p" n="597" unit="card"/><l n="597"><milestone ed="P" unit="para"/>πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.</l><l n="598">βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ</l><l n="599">ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις</l><l n="600">αἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥʼ ἔβαλε σχεδὸν ἐλθών.</l><l n="601">Λήϊτον αὖθʼ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ</l><l n="602">υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης·</l><l n="603">τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ</l><l n="604">ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.</l><l n="605">Ἕκτορα δʼ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα</l><l n="606">βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν·</l><l n="607">ἐν καυλῷ δʼ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν</l><l n="608">Τρῶες· ὃ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο</l><l n="609">δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν·</l><l n="610">αὐτὰρ ὃ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε</l><l n="611">Κοίρανον, ὅς ῥʼ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετʼ αὐτῷ·</l><l n="612">πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας</l><l n="613">ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,</l><l n="614">εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους·</l><l n="615">καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ,</l><l n="616">αὐτὸς δʼ ὤλεσε θυμὸν ὑφʼ Ἕκτορος ἀνδροφόνοιο·</l><l n="617">τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δʼ ἄρʼ ὀδόντας</l><l n="618">ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.</l><l n="619">ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ἡνία χεῦεν ἔραζε.</l><l n="620">καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι</l><l n="621">κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα·</l><q><l n="622">μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι·</l><l n="623">γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τʼ οὐκέτι κάρτος Ἀχαιῶν.</l></q><l n="624"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἰδομενεὺς δʼ ἵμασεν καλλίτριχας ἵππους</l><l n="625">νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ.</l><milestone ed="p" n="626" unit="card"/><l n="626"><milestone ed="P" unit="para"/>οὐδʼ ἔλαθʼ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον</l><l n="627">Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.</l><l n="628">τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας·</l><q><l n="629">ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι</l><l n="630">γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.</l><l n="631">τῶν μὲν γὰρ πάντων βέλεʼ ἅπτεται ὅς τις ἀφήῃ</l><l n="632">ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δʼ ἔμπης πάντʼ ἰθύνει·</l><l n="633">ἡμῖν δʼ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.</l><l n="634">ἀλλʼ ἄγετʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,</l><l n="635">ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ</l><l n="636">χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες,</l><l n="637">οἵ που δεῦρʼ ὁρόωντες ἀκηχέδατʼ, οὐδʼ ἔτι φασὶν</l><l n="638">Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους</l><l n="639">σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.</l><l n="640">εἴη δʼ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα</l><l n="641">Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι</l><l n="642">λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθʼ ἑταῖρος.</l><l n="643">ἀλλʼ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν·</l><l n="644">ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι.</l><l n="645">Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπʼ ἠέρος υἷας Ἀχαιῶν,</l><l n="646">ποίησον δʼ αἴθρην, δὸς δʼ ὀφθαλμοῖσιν ἰδέσθαι·</l><l n="647">ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως.</l></q><l n="648"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα·</l><l n="649">αὐτίκα δʼ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην,</l><l n="650">ἠέλιος δʼ ἐπέλαμψε, μάχη δʼ ἐπὶ πᾶσα φαάνθη·</l><l n="651">καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·</l><q><l n="652">σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι</l><l n="653">ζωὸν ἔτʼ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν,</l><l n="654">ὄτρυνον δʼ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα</l><l n="655">εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.</l><milestone ed="p" n="656" unit="card"/></q><l n="656"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,</l><l n="657">βῆ δʼ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο,</l><l n="658">ὅς τʼ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τʼ ἄνδρας τʼ ἐρεθίζων,</l><l n="659">οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι</l><l n="660">πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων</l><l n="661">ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες</l><l n="662">ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,</l><l n="663">καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·</l><l n="664">ἠῶθεν δʼ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ·</l><l n="665">ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος</l><l n="666">ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ</l><l n="667">ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.</l><l n="668">πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσʼ ἐπέτελλεν·</l><q><l n="669">Αἴαντʼ Ἀργείων ἡγήτορε Μηριόνη τε</l><l n="670">νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο</l><l n="671">μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι</l><l n="672">ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.</l></q><l n="673"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος,</l><l n="674">πάντοσε παπταίνων ὥς τʼ αἰετός, ὅν ῥά τέ φασιν</l><l n="675">ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν,</l><l n="676">ὅν τε καὶ ὑψόθʼ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ</l><l n="677">θάμνῳ ὑπʼ ἀμφικόμῳ κατακείμενος, ἀλλά τʼ ἐπʼ αὐτῷ</l><l n="678">ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν.</l><l n="679">ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ</l><l n="680">πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων,</l><l n="681">εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο.</l><l n="682">τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης</l><l n="683">θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,</l><l n="684">ἀγχοῦ δʼ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος·</l><q><l n="685">Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι</l><l n="686">λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.</l><l n="687">ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα</l><l n="688">γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει,</l><l n="689">νίκη δὲ Τρώων· πέφαται δʼ ὤριστος Ἀχαιῶν</l><l n="690">Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται.</l><l n="691">ἀλλὰ σύ γʼ αἶψʼ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν</l><l n="692">εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ</l><l n="693">γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.</l><milestone ed="p" n="694" unit="card"/></q><l n="694"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας·</l><l n="695">δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε</l><l n="696">δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.</l><l n="697">ἀλλʼ οὐδʼ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε,</l><l n="698">βῆ δὲ θέειν, τὰ δὲ τεύχεʼ ἀμύμονι δῶκεν ἑταίρῳ</l><l n="699">Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους.</l><l n="700"><milestone ed="P" unit="para"/>τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο</l><l n="701">Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.</l><l n="702">οὐδʼ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς</l><l n="703">τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν</l><l n="704">Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη·</l><l n="705">ἀλλʼ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν,</l><l n="706">αὐτὸς δʼ αὖτʼ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει,</l><l n="707">στῆ δὲ παρʼ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα·</l><q><l n="708">κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν</l><l n="709">ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω</l><l n="710">νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ·</l><l n="711">οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.</l><l n="712">ἡμεῖς δʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,</l><l n="713">ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ</l><l n="714">Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν.</l></q><l n="715"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·</l><q><l n="716">πάντα κατʼ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε·</l><l n="717">ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλʼ ὦκα</l><l n="718">νεκρὸν ἀείραντες φέρετʼ ἐκ πόνου· αὐτὰρ ὄπισθε</l><l n="719">νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ</l><l n="720">ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ</l><l n="721">μίμνομεν ὀξὺν Ἄρηα παρʼ ἀλλήλοισι μένοντες.</l></q><l n="722"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο</l><l n="723">ὕψι μάλα μεγάλως· ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε</l><l n="724">Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς.</l><l n="725">ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τʼ ἐπὶ κάπρῳ</l><l n="726">βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων·</l><l n="727">ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες,</l><l n="728">ἀλλʼ ὅτε δή ῥʼ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς,</l><l n="729">ἄψ τʼ ἀνεχώρησαν διά τʼ ἔτρεσαν ἄλλυδις ἄλλος.</l><l n="730">ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο</l><l n="731">νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·</l><l n="732">ἀλλʼ ὅτε δή ῥʼ Αἴαντε μεταστρεφθέντε κατʼ αὐτοὺς</l><l n="733">σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη</l><l n="734">πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι.</l><milestone ed="p" n="735" unit="card"/><l n="735"><milestone ed="P" unit="para"/>ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο</l><l n="736">νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν</l><l n="737">ἄγριος ἠΰτε πῦρ, τό τʼ ἐπεσσύμενον πόλιν ἀνδρῶν</l><l n="738">ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι</l><l n="739">ἐν σέλαϊ μεγάλῳ· τὸ δʼ ἐπιβρέμει ἲς ἀνέμοιο.</l><l n="740">ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων</l><l n="741">ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν·</l><l n="742">οἳ δʼ ὥς θʼ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες</l><l n="743">ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν</l><l n="744">ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς</l><l n="745">τείρεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν·</l><l n="746">ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν</l><l n="747">Αἴαντʼ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ</l><l n="748">ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς,</l><l n="749">ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα</l><l n="750">ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι</l><l n="751">πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·</l><l n="752">ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω</l><l n="753">Τρώων· οἳ δʼ ἅμʼ ἕποντο, δύω δʼ ἐν τοῖσι μάλιστα</l><l n="754">Αἰνείας τʼ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ.</l><l n="755">τῶν δʼ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν</l><l n="756">οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα</l><l n="757">κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,</l><l n="758">ὣς ἄρʼ ὑπʼ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν</l><l n="759">οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.</l><l n="760">πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον</l><l n="761">φευγόντων Δαναῶν· πολέμου δʼ οὐ γίγνετʼ ἐρωή.</l></div><div type="textpart" subtype="Book" n="18"><milestone ed="p" n="1" unit="card"/><l n="1">ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,</l><l n="2">Ἀντίλοχος δʼ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.</l><l n="3">τὸν δʼ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων</l><l n="4">τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν·</l><l n="5">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="6">ὤ μοι ἐγώ, τί τʼ ἄρʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ</l><l n="7">νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;</l><l n="8">μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ,</l><l n="9">ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε</l><l n="10">Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο</l><l n="11">χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.</l><l n="12">ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς</l><l n="13">σχέτλιος· ἦ τʼ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ</l><l n="14">ἂψ ἐπὶ νῆας ἴμεν, μηδʼ Ἕκτορι ἶφι μάχεσθαι.</l></q><l n="15"><milestone ed="P" unit="para"/>εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="16">τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς</l><l n="17">δάκρυα θερμὰ χέων, φάτο δʼ ἀγγελίην ἀλεγεινήν·</l><q><l n="18">ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς</l><l n="19">πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.</l><l n="20">κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται</l><l n="21">γυμνοῦ· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.</l><milestone ed="p" n="22" unit="card"/></q><l n="22"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·</l><l n="23">ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν</l><l n="24">χεύατο κὰκ κεφαλῆς, χαρίεν δʼ ᾔσχυνε πρόσωπον·</l><l n="25">νεκταρέῳ δὲ χιτῶνι μέλαινʼ ἀμφίζανε τέφρη.</l><l n="26">αὐτὸς δʼ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς</l><l n="27">κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.</l><l n="28">δμῳαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε</l><l n="29">θυμὸν ἀκηχέμεναι μεγάλʼ ἴαχον, ἐκ δὲ θύραζε</l><l n="30">ἔδραμον ἀμφʼ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι</l><l n="31">στήθεα πεπλήγοντο, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης.</l><l n="32">Ἀντίλοχος δʼ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων</l><l n="33">χεῖρας ἔχων Ἀχιλῆος· ὃ δʼ ἔστενε κυδάλιμον κῆρ·</l><l n="34">δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.</l><l n="35">σμερδαλέον δʼ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ</l><l n="36">ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,</l><l n="37">κώκυσέν τʼ ἄρʼ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο</l><l n="38">πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.</l><l n="39">ἔνθʼ ἄρʼ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε</l><l n="40">Νησαίη Σπειώ τε Θόη θʼ Ἁλίη τε βοῶπις</l><l n="41">Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια</l><l n="42">καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ</l><l n="43">Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε</l><l n="44">Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα</l><l n="45">Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια</l><l n="46">Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα·</l><l n="47">ἔνθα δʼ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα</l><l n="48">Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τʼ Ἀμάθεια</l><l n="49">ἄλλαι θʼ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.</l><l n="50">τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δʼ ἅμα πᾶσαι</l><l n="51">στήθεα πεπλήγοντο, Θέτις δʼ ἐξῆρχε γόοιο·</l><q><l n="52">κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρʼ ἐῢ πᾶσαι</l><l n="53">εἴδετʼ ἀκούουσαι ὅσʼ ἐμῷ ἔνι κήδεα θυμῷ.</l><l n="54">ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια,</l><l n="55">ἥ τʼ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε</l><l n="56">ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·</l><l n="57">τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς</l><l n="58">νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω</l><l n="59">Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις</l><l n="60">οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.</l><l n="61">ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο</l><l n="62">ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.</l><l n="63">ἀλλʼ εἶμʼ, ὄφρα ἴδωμι φίλον τέκος, ἠδʼ ἐπακούσω</l><l n="64">ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.</l></q><milestone ed="p" n="65" unit="card"/><l n="65"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ</l><l n="66">δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης</l><l n="67">ῥήγνυτο· ταὶ δʼ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο</l><l n="68">ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ</l><l n="69">Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφʼ Ἀχιλῆα.</l><l n="70">τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,</l><l n="71">ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,</l><l n="72">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="73">τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;</l><l n="74">ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται</l><l n="75">ἐκ Διός, ὡς ἄρα δὴ πρίν γʼ εὔχεο χεῖρας ἀνασχὼν</l><l n="76">πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν</l><l n="77">σεῦ ἐπιδευομένους, παθέειν τʼ ἀεκήλια ἔργα.</l></q><l n="78"><milestone ed="P" unit="para"/>τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="79">μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν·</l><l n="80">ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθʼ ἑταῖρος</l></q></div></div></body></text></TEI>