<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="493">αὔῃσι στερεῇσι· πολὺς δʼ ἐπελήλατο χαλκός.</l><l n="494">τοῖσι δʼ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς</l><l n="495">ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς</l><l n="496">αὐτώ τε κτενέειν ἐλάαν τʼ ἐριαύχενας ἵππους</l><l n="497">νήπιοι, οὐδʼ ἄρʼ ἔμελλον ἀναιμωτί γε νέεσθαι</l><l n="498">αὖτις ἀπʼ Αὐτομέδοντος. ὃ δʼ εὐξάμενος Διὶ πατρὶ</l><l n="499">ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας·</l><l n="500">αὐτίκα δʼ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον·</l><q><l n="501">Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,</l><l n="502">ἀλλὰ μάλʼ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε</l><l n="503">Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,</l><l n="504">πρίν γʼ ἐπʼ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω</l><l n="505">νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν</l><l n="506">Ἀργείων, ἤ κʼ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.</l></q><l n="507"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον·</l><q><l n="508">Αἴαντʼ Ἀργείων ἡγήτορε καὶ Μενέλαε</l><l n="509">ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθʼ οἵ περ ἄριστοι</l></q></div></div></body></text></TEI>