<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="482">καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,</l><l n="483">Αὐτομέδων δʼ ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ,</l><l n="484">αὐτίκα δʼ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q><l n="485">Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων</l><l n="486">ἵππω τώδʼ ἐνόησα ποδώκεος Αἰακίδαο</l><l n="487">ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι·</l><l n="488">τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ</l><l n="489">σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ</l><l n="490">τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.</l><milestone ed="p" n="491" unit="card"/></q><l n="491"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο.</l><l n="492">τὼ δʼ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους</l><l n="493">αὔῃσι στερεῇσι· πολὺς δʼ ἐπελήλατο χαλκός.</l><l n="494">τοῖσι δʼ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς</l><l n="495">ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς</l><l n="496">αὐτώ τε κτενέειν ἐλάαν τʼ ἐριαύχενας ἵππους</l><l n="497">νήπιοι, οὐδʼ ἄρʼ ἔμελλον ἀναιμωτί γε νέεσθαι</l><l n="498">αὖτις ἀπʼ Αὐτομέδοντος. ὃ δʼ εὐξάμενος Διὶ πατρὶ</l></div></div></body></text></TEI>