<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="48">νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·</l><l n="49">ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή,</l><l n="50">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="51">αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι</l><l n="52">πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.</l><l n="53">οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης</l><l n="54">χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβροχεν ὕδωρ,</l><l n="55">καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι</l><l n="56">παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·</l><l n="57">ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ</l></div></div></body></text></TEI>