ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε, εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι. ὣς ἔφατʼ, Ἀλκιμέδων δὲ βοηθόον ἅρμʼ ἐπορούσας καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν, Αὐτομέδων δʼ ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ, αὐτίκα δʼ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα· Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων ἵππω τώδʼ ἐνόησα ποδώκεος Αἰακίδαο ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι· τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο. τὼ δʼ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους