<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><q><l n="472">μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δʼ Ἕκτωρ</l><l n="473">αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.</l></q><l n="474"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Αὐτομέδων προσέφη Διώρεος υἱός·</l><q><l n="475">Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος</l><l n="476">ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε,</l><l n="477">εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος</l><l n="478">ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.</l><l n="479">ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα</l><l n="480">δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι.</l></q><l n="481"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀλκιμέδων δὲ βοηθόον ἅρμʼ ἐπορούσας</l><l n="482">καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,</l><l n="483">Αὐτομέδων δʼ ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ,</l><l n="484">αὐτίκα δʼ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q><l n="485">Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων</l><l n="486">ἵππω τώδʼ ἐνόησα ποδώκεος Αἰακίδαο</l><l n="487">ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι·</l><l n="488">τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ</l><l n="489">σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ</l><l n="490">τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.</l><milestone ed="p" n="491" unit="card"/></q><l n="491"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο.</l><l n="492">τὼ δʼ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους</l><l n="493">αὔῃσι στερεῇσι· πολὺς δʼ ἐπελήλατο χαλκός.</l><l n="494">τοῖσι δʼ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς</l><l n="495">ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς</l><l n="496">αὐτώ τε κτενέειν ἐλάαν τʼ ἐριαύχενας ἵππους</l><l n="497">νήπιοι, οὐδʼ ἄρʼ ἔμελλον ἀναιμωτί γε νέεσθαι</l><l n="498">αὖτις ἀπʼ Αὐτομέδοντος. ὃ δʼ εὐξάμενος Διὶ πατρὶ</l><l n="499">ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας·</l><l n="500">αὐτίκα δʼ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον·</l><q><l n="501">Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,</l><l n="502">ἀλλὰ μάλʼ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε</l><l n="503">Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,</l><l n="504">πρίν γʼ ἐπʼ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω</l><l n="505">νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν</l><l n="506">Ἀργείων, ἤ κʼ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.</l></q><l n="507"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον·</l><q><l n="508">Αἴαντʼ Ἀργείων ἡγήτορε καὶ Μενέλαε</l><l n="509">ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθʼ οἵ περ ἄριστοι</l><l n="510">ἀμφʼ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν,</l><l n="511">νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·</l><l n="512">τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα</l><l n="513">Ἕκτωρ Αἰνείας θʼ, οἳ Τρώων εἰσὶν ἄριστοι.</l><l n="514">ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·</l><l n="515">ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.</l></q><milestone ed="p" n="516" unit="card"/><l n="516"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,</l><l n="517">καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·</l><l n="518">ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,</l><l n="519">νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.</l><l n="520">ὡς δʼ ὅτʼ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ</l><l n="521">κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο</l><l n="522">ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν,</l><l n="523">ὣς ἄρʼ ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος</l><l n="524">νηδυίοισι μάλʼ ὀξὺ κραδαινόμενον λύε γυῖα.</l><l n="525">Ἕκτωρ δʼ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ·</l><l n="526">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·</l><l n="527">πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν</l><l n="528">οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη</l><l n="529">ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.</l><l n="530">καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν ὁρμηθήτην</l><l n="531">εἰ μή σφωʼ Αἴαντε διέκριναν μεμαῶτε,</l><l n="532">οἵ ῥʼ ἦλθον καθʼ ὅμιλον ἑταίρου κικλήσκοντος·</l><l n="533">τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις</l><l n="534">Ἕκτωρ Αἰνείας τʼ ἠδὲ Χρομίος θεοειδής,</l><l n="535">Ἄρητον δὲ κατʼ αὖθι λίπον δεδαϊγμένον ἦτορ</l><l n="536">κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="537">τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="538">ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος</l><l n="539">κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.</l></q><l n="540"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα</l><l n="541">θῆκʼ, ἂν δʼ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν</l><l n="542">αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.</l><milestone ed="p" n="543" unit="card"/><l n="543"><milestone ed="P" unit="para"/>ἂψ δʼ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη</l><l n="544">ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη</l><l n="545">οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς</l><l n="546">ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετʼ αὐτοῦ.</l><l n="547">ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ</l><l n="548">Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο</l><l n="549">ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων</l><l n="550">ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει,</l><l n="551">ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν</l><l n="552">δύσετʼ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.</l><l n="553">πρῶτον δʼ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα</l><l n="554">ἴφθιμον Μενέλαον· ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν·</l><l n="555">εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν·</l><q><l n="556">σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος</l><l n="557">ἔσσεται εἴ κʼ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον</l><l n="558">τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.</l><l n="559">ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.</l></q><l n="560"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="561">Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη</l><l n="562">δοίη κάρτος ἐμοί, βελέων δʼ ἀπερύκοι ἐρωήν·</l><l n="563">τώ κεν ἔγωγʼ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν</l><l n="564">Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.</l><l n="565">ἀλλʼ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδʼ ἀπολήγει</l><l n="566">χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.</l><milestone ed="p" n="567" unit="card"/></q><l n="567"><milestone ed="P" unit="para"/>ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="568">ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.</l><l n="569">ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε,</l><l n="570">καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν,</l><l n="571">ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο</l><l n="572">ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμʼ ἀνθρώπου·</l><l n="573">τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας,</l><l n="574">βῆ δʼ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="575">ἔσκε δʼ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος</l><l n="576">ἀφνειός τʼ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ</l><l n="577">δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής·</l><l n="578">τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος</l><l n="579">ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·</l><l n="580">δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος</l><l n="581">νεκρὸν ὑπʼ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.</l><l n="582"><milestone ed="P" unit="para"/>Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων</l><l n="583">Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων</l><l n="584">ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων·</l><l n="585">τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων·</l><q><l n="586">Ἕκτορ τίς κέ σʼ ἔτʼ ἄλλος Ἀχαιῶν ταρβήσειεν;</l></q></div></div></body></text></TEI>