ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους. ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο· στῆ δʼ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα· Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς; οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δʼ Ἕκτωρ αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο. τὸν δʼ αὖτʼ Αὐτομέδων προσέφη Διώρεος υἱός· Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε, εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι. ὣς ἔφατʼ, Ἀλκιμέδων δὲ βοηθόον ἅρμʼ ἐπορούσας