<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="459">τοῖσι δʼ ἐπʼ Αὐτομέδων μάχετʼ ἀχνύμενός περ ἑταίρου</l><l n="460">ἵπποις ἀΐσσων ὥς τʼ αἰγυπιὸς μετὰ χῆνας·</l><l n="461">ῥέα μὲν γὰρ φεύγεσκεν ὑπʼ ἐκ Τρώων ὀρυμαγδοῦ,</l><l n="462">ῥεῖα δʼ ἐπαΐξασκε πολὺν καθʼ ὅμιλον ὀπάζων.</l><l n="463">ἀλλʼ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν·</l><l n="464">οὐ γάρ πως ἦν οἶον ἐόνθʼ ἱερῷ ἐνὶ δίφρῳ</l><l n="465">ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους.</l><l n="466">ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν</l><l n="467">Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο·</l><l n="468">στῆ δʼ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα·</l><q><l n="469">Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν</l><l n="470">ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς;</l><l n="471">οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ</l><l n="472">μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δʼ Ἕκτωρ</l><l n="473">αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.</l></q><l n="474"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Αὐτομέδων προσέφη Διώρεος υἱός·</l><q><l n="475">Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος</l></q></div></div></body></text></TEI>