ἀλλʼ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω. ἦ οὐχ ἅλις ὡς καὶ τεύχεʼ ἔχει καὶ ἐπεύχεται αὔτως; σφῶϊν δʼ ἐν γούνεσσι βαλῶ μένος ἠδʼ ἐνὶ θυμῷ, ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ· ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ. τὼ δʼ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς. τοῖσι δʼ ἐπʼ Αὐτομέδων μάχετʼ ἀχνύμενός περ ἑταίρου ἵπποις ἀΐσσων ὥς τʼ αἰγυπιὸς μετὰ χῆνας· ῥέα μὲν γὰρ φεύγεσκεν ὑπʼ ἐκ Τρώων ὀρυμαγδοῦ, ῥεῖα δʼ ἐπαΐξασκε πολὺν καθʼ ὅμιλον ὀπάζων. ἀλλʼ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν· οὐ γάρ πως ἦν οἶον ἐόνθʼ ἱερῷ ἐνὶ δίφρῳ