<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="442">κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·</l><q><l n="443"><milestone ed="P" unit="para"/>ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι</l><l n="444">θνητῷ, ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε;</l><l n="445">ἦ ἵνα δυστήνοισι μετʼ ἀνδράσιν ἄλγεʼ ἔχητον;</l><l n="446">οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς</l><l n="447">πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.</l><l n="448">ἀλλʼ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν</l><l n="449">Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω.</l><l n="450">ἦ οὐχ ἅλις ὡς καὶ τεύχεʼ ἔχει καὶ ἐπεύχεται αὔτως;</l><l n="451">σφῶϊν δʼ ἐν γούνεσσι βαλῶ μένος ἠδʼ ἐνὶ θυμῷ,</l><l n="452">ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο</l><l n="453">νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω</l><l n="454">κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται</l><l n="455">δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ·</l><milestone ed="p" n="456" unit="card"/></q><l n="456"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ.</l><l n="457">τὼ δʼ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε</l><l n="458">ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς.</l></div></div></body></text></TEI>