<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="431">πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δʼ ἀρειῇ·</l><l n="432">τὼ δʼ οὔτʼ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον</l><l n="433">ἠθελέτην ἰέναι οὔτʼ ἐς πόλεμον μετʼ Ἀχαιούς,</l><l n="434">ἀλλʼ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τʼ ἐπὶ τύμβῳ</l><l n="435">ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός,</l><l n="436">ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες</l><l n="437">οὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφι</l><l n="438">θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν</l><l n="439">ἡνιόχοιο πόθῳ· θαλερὴ δʼ ἐμιαίνετο χαίτη</l><l n="440">ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν.</l><l n="441"><milestone ed="P" unit="para"/>μυρομένω δʼ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων,</l><l n="442">κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·</l><q><l n="443"><milestone ed="P" unit="para"/>ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι</l><l n="444">θνητῷ, ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε;</l><l n="445">ἦ ἵνα δυστήνοισι μετʼ ἀνδράσιν ἄλγεʼ ἔχητον;</l><l n="446">οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς</l><l n="447">πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.</l></q></div></div></body></text></TEI>