πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δʼ ἀρειῇ· τὼ δʼ οὔτʼ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον ἠθελέτην ἰέναι οὔτʼ ἐς πόλεμον μετʼ Ἀχαιούς, ἀλλʼ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τʼ ἐπὶ τύμβῳ ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός, ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες οὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφι θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν ἡνιόχοιο πόθῳ· θαλερὴ δʼ ἐμιαίνετο χαίτη ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν. μυρομένω δʼ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων, κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν· ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι θνητῷ, ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε; ἦ ἵνα δυστήνοισι μετʼ ἀνδράσιν ἄλγεʼ ἔχητον; οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.