ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων· ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι νῆας ἔπι γλαφυράς, ἀλλʼ αὐτοῦ γαῖα μέλαινα πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι. ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν· ὦ φίλοι, εἰ καὶ μοῖρα παρʼ ἀνέρι τῷδε δαμῆναι πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο. ὣς ἄρα τις εἴπεσκε, μένος δʼ ὄρσασκεν ἑκάστου. ὣς οἳ μὲν μάρναντο, σιδήρειος δʼ ὀρυμαγδὸς χάλκεον οὐρανὸν ἷκε διʼ αἰθέρος ἀτρυγέτοιο· ἵπποι δʼ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο ἐν κονίῃσι πεσόντος ὑφʼ Ἕκτορος ἀνδροφόνοιο. ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων,