<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="408">πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων,</l><l n="409">ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα.</l><l n="410">δὴ τότε γʼ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη</l><l n="411">μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.</l><l n="412"><milestone ed="P" unit="para"/>οἳ δʼ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατʼ ἔχοντες</l><l n="413">νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον·</l><l n="414">ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων·</l><q><l n="415">ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι</l><l n="416">νῆας ἔπι γλαφυράς, ἀλλʼ αὐτοῦ γαῖα μέλαινα</l><l n="417">πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη</l><l n="418">εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν</l><l n="419">ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.</l></q><l n="420"><milestone ed="P" unit="para"/>ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν·</l><q><l n="421">ὦ φίλοι, εἰ καὶ μοῖρα παρʼ ἀνέρι τῷδε δαμῆναι</l><l n="422">πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο.</l><milestone ed="p" n="423" unit="card"/></q><l n="423"><milestone ed="P" unit="para"/>ὣς ἄρα τις εἴπεσκε, μένος δʼ ὄρσασκεν ἑκάστου.</l><l n="424">ὣς οἳ μὲν μάρναντο, σιδήρειος δʼ ὀρυμαγδὸς</l></div></div></body></text></TEI>