πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων, ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα. δὴ τότε γʼ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος. οἳ δʼ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατʼ ἔχοντες νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον· ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων· ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι νῆας ἔπι γλαφυράς, ἀλλʼ αὐτοῦ γαῖα μέλαινα πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι. ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν· ὦ φίλοι, εἰ καὶ μοῖρα παρʼ ἀνέρι τῷδε δαμῆναι πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο. ὣς ἄρα τις εἴπεσκε, μένος δʼ ὄρσασκεν ἑκάστου. ὣς οἳ μὲν μάρναντο, σιδήρειος δʼ ὀρυμαγδὸς