ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς· πολλὸν γὰρ ῥʼ ἀπάνευθε νεῶν μάρναντο θοάων τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ· πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων, ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα. δὴ τότε γʼ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος. οἳ δʼ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατʼ ἔχοντες νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον· ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων· ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι νῆας ἔπι γλαφυράς, ἀλλʼ αὐτοῦ γαῖα μέλαινα πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι. ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν· ὦ φίλοι, εἰ καὶ μοῖρα παρʼ ἀνέρι τῷδε δαμῆναι πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο. ὣς ἄρα τις εἴπεσκε, μένος δʼ ὄρσασκεν ἑκάστου. ὣς οἳ μὲν μάρναντο, σιδήρειος δʼ ὀρυμαγδὸς χάλκεον οὐρανὸν ἷκε διʼ αἰθέρος ἀτρυγέτοιο· ἵπποι δʼ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο ἐν κονίῃσι πεσόντος ὑφʼ Ἕκτορος ἀνδροφόνοιο. ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων, πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δʼ ἀρειῇ· τὼ δʼ οὔτʼ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον ἠθελέτην ἰέναι οὔτʼ ἐς πόλεμον μετʼ Ἀχαιούς, ἀλλʼ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τʼ ἐπὶ τύμβῳ ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός, ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες οὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφι θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν ἡνιόχοιο πόθῳ· θαλερὴ δʼ ἐμιαίνετο χαίτη ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν. μυρομένω δʼ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων, κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν· ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι θνητῷ, ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε; ἦ ἵνα δυστήνοισι μετʼ ἀνδράσιν ἄλγεʼ ἔχητον; οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει. ἀλλʼ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω. ἦ οὐχ ἅλις ὡς καὶ τεύχεʼ ἔχει καὶ ἐπεύχεται αὔτως; σφῶϊν δʼ ἐν γούνεσσι βαλῶ μένος ἠδʼ ἐνὶ θυμῷ, ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ· ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ. τὼ δʼ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς. τοῖσι δʼ ἐπʼ Αὐτομέδων μάχετʼ ἀχνύμενός περ ἑταίρου ἵπποις ἀΐσσων ὥς τʼ αἰγυπιὸς μετὰ χῆνας· ῥέα μὲν γὰρ φεύγεσκεν ὑπʼ ἐκ Τρώων ὀρυμαγδοῦ, ῥεῖα δʼ ἐπαΐξασκε πολὺν καθʼ ὅμιλον ὀπάζων. ἀλλʼ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν· οὐ γάρ πως ἦν οἶον ἐόνθʼ ἱερῷ ἐνὶ δίφρῳ ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους. ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο· στῆ δʼ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα· Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς; οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δʼ Ἕκτωρ αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο. τὸν δʼ αὖτʼ Αὐτομέδων προσέφη Διώρεος υἱός· Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε, εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι. ὣς ἔφατʼ, Ἀλκιμέδων δὲ βοηθόον ἅρμʼ ἐπορούσας καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν, Αὐτομέδων δʼ ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ, αὐτίκα δʼ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα· Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων ἵππω τώδʼ ἐνόησα ποδώκεος Αἰακίδαο ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι· τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο. τὼ δʼ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους αὔῃσι στερεῇσι· πολὺς δʼ ἐπελήλατο χαλκός. τοῖσι δʼ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς αὐτώ τε κτενέειν ἐλάαν τʼ ἐριαύχενας ἵππους νήπιοι, οὐδʼ ἄρʼ ἔμελλον ἀναιμωτί γε νέεσθαι αὖτις ἀπʼ Αὐτομέδοντος. ὃ δʼ εὐξάμενος Διὶ πατρὶ ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας· αὐτίκα δʼ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον· Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους, ἀλλὰ μάλʼ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω, πρίν γʼ ἐπʼ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν Ἀργείων, ἤ κʼ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη. ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον· Αἴαντʼ Ἀργείων ἡγήτορε καὶ Μενέλαε ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθʼ οἵ περ ἄριστοι ἀμφʼ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν, νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·