νῆας ἔπι γλαφυράς· περὶ δʼ αὐτοῦ μῶλος ὀρώρει ἄγριος· οὐδέ κʼ Ἄρης λαοσσόος οὐδέ κʼ Ἀθήνη τόν γε ἰδοῦσʼ ὀνόσαιτʼ, οὐδʼ εἰ μάλα μιν χόλος ἵκοι· τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδʼ ἄρα πώ τι ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς· πολλὸν γὰρ ῥʼ ἀπάνευθε νεῶν μάρναντο θοάων τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ· πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων, ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα. δὴ τότε γʼ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος. οἳ δʼ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατʼ ἔχοντες νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον·