<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="391">δεξάμενοι δʼ ἄρα τοί γε διαστάντες τανύουσι</l><l n="392">κυκλόσʼ, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τʼ ἀλοιφὴ</l><l n="393">πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό·</l><l n="394">ὣς οἵ γʼ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ</l><l n="395">εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς</l><l n="396">Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς</l><l n="397">νῆας ἔπι γλαφυράς· περὶ δʼ αὐτοῦ μῶλος ὀρώρει</l><l n="398">ἄγριος· οὐδέ κʼ Ἄρης λαοσσόος οὐδέ κʼ Ἀθήνη</l><l n="399">τόν γε ἰδοῦσʼ ὀνόσαιτʼ, οὐδʼ εἰ μάλα μιν χόλος ἵκοι·</l><milestone ed="p" n="400" unit="card"/><l n="400">τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων</l><l n="401">ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδʼ ἄρα πώ τι</l><l n="402">ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς·</l><l n="403">πολλὸν γὰρ ῥʼ ἀπάνευθε νεῶν μάρναντο θοάων</l><l n="404">τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ</l><l n="405">τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν</l><l n="406">ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν</l><l n="407">ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ·</l></div></div></body></text></TEI>