<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="380">ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.</l><l n="381">τὼ δʼ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων</l><l n="382">νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ</l><l n="383">ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν.</l><l n="384"><milestone ed="P" unit="para"/>τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει</l><l n="385">ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ</l><l n="386">γούνατά τε κνῆμαί τε πόδες θʼ ὑπένερθεν ἑκάστου</l><l n="387">χεῖρές τʼ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν</l><l n="388">ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.</l><l n="389">ὡς δʼ ὅτʼ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην</l><l n="390">λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ·</l><l n="391">δεξάμενοι δʼ ἄρα τοί γε διαστάντες τανύουσι</l><l n="392">κυκλόσʼ, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τʼ ἀλοιφὴ</l><l n="393">πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό·</l><l n="394">ὣς οἵ γʼ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ</l><l n="395">εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς</l><l n="396">Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς</l></div></div></body></text></TEI>