ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι. τὼ δʼ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν. τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ γούνατά τε κνῆμαί τε πόδες θʼ ὑπένερθεν ἑκάστου χεῖρές τʼ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο. ὡς δʼ ὅτʼ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ· δεξάμενοι δʼ ἄρα τοί γε διαστάντες τανύουσι κυκλόσʼ, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τʼ ἀλοιφὴ πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό· ὣς οἵ γʼ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς