<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><q><l n="38">ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην</l><l n="39">εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχεʼ ἐνείκας</l><l n="40">Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ.</l><l n="41">ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται</l><l n="42">οὐδʼ ἔτʼ ἀδήριτος ἤτʼ ἀλκῆς ἤτε φόβοιο.</l><milestone ed="p" n="44" unit="card"/></q><l n="43"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·</l><l n="44">οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ</l><l n="45">ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ</l><l n="46">Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·</l><l n="47">ἂψ δʼ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα</l></div></div></body></text></TEI>