ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχεʼ ἐνείκας Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ. ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται οὐδʼ ἔτʼ ἀδήριτος ἤτʼ ἀλκῆς ἤτε φόβοιο. ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην· οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί· ἂψ δʼ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα