ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα πολλὸν ἀφεσταότες. τοὶ δʼ ἐν μέσῳ ἄλγεʼ ἔπασχον ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ ὅσσοι ἄριστοι ἔσαν· δύο δʼ οὔ πω φῶτε πεπύσθην ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλʼ ἔτʼ ἔφαντο ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι. τὼ δʼ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν. τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ γούνατά τε κνῆμαί τε πόδες θʼ ὑπένερθεν ἑκάστου χεῖρές τʼ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο. ὡς δʼ ὅτʼ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ·