<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="347">στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,</l><l n="348">καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν</l><l n="349">ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν,</l><l n="350">ὅς ῥʼ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει,</l><l n="351">καὶ δὲ μετʼ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.</l><l n="352"><milestone ed="P" unit="para"/>τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος,</l><l n="353">ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι·</l><l n="354">ἀλλʼ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ</l><l n="355">ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατʼ ἔχοντο.</l><l n="356">Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων·</l><l n="357">οὔτέ τινʼ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει</l><l n="358">οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων,</l><l n="359">ἀλλὰ μάλʼ ἀμφʼ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι.</l><l n="360">ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν</l><l n="361">δεύετο πορφυρέῳ, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον</l><l n="362">νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων</l><l n="363">καὶ Δαναῶν· οὐδʼ οἳ γὰρ ἀναιμωτί γε μάχοντο,</l><l n="364">παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ</l><l n="365">ἀλλήλοις ἀνʼ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν.</l><milestone ed="p" n="366" unit="card"/><l n="366"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης</l><l n="367">οὔτέ ποτʼ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην·</l><l n="368">ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θʼ ὅσσον ἄριστοι</l><l n="369">ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι.</l><l n="370">οἳ δʼ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="371">εὔκηλοι πολέμιζον ὑπʼ αἰθέρι, πέπτατο δʼ αὐγὴ</l><l n="372">ἠελίου ὀξεῖα, νέφος δʼ οὐ φαίνετο πάσης</l><l n="373">γαίης οὐδʼ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο</l><l n="374">ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα</l><l n="375">πολλὸν ἀφεσταότες. τοὶ δʼ ἐν μέσῳ ἄλγεʼ ἔπασχον</l><l n="376">ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ</l><l n="377">ὅσσοι ἄριστοι ἔσαν· δύο δʼ οὔ πω φῶτε πεπύσθην</l><l n="378">ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε</l><l n="379">Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλʼ ἔτʼ ἔφαντο</l><l n="380">ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.</l><l n="381">τὼ δʼ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων</l><l n="382">νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ</l><l n="383">ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν.</l><l n="384"><milestone ed="P" unit="para"/>τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει</l><l n="385">ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ</l><l n="386">γούνατά τε κνῆμαί τε πόδες θʼ ὑπένερθεν ἑκάστου</l><l n="387">χεῖρές τʼ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν</l><l n="388">ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.</l><l n="389">ὡς δʼ ὅτʼ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην</l><l n="390">λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ·</l><l n="391">δεξάμενοι δʼ ἄρα τοί γε διαστάντες τανύουσι</l><l n="392">κυκλόσʼ, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τʼ ἀλοιφὴ</l><l n="393">πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό·</l><l n="394">ὣς οἵ γʼ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ</l><l n="395">εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς</l><l n="396">Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς</l><l n="397">νῆας ἔπι γλαφυράς· περὶ δʼ αὐτοῦ μῶλος ὀρώρει</l><l n="398">ἄγριος· οὐδέ κʼ Ἄρης λαοσσόος οὐδέ κʼ Ἀθήνη</l><l n="399">τόν γε ἰδοῦσʼ ὀνόσαιτʼ, οὐδʼ εἰ μάλα μιν χόλος ἵκοι·</l><milestone ed="p" n="400" unit="card"/><l n="400">τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων</l><l n="401">ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδʼ ἄρα πώ τι</l><l n="402">ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς·</l><l n="403">πολλὸν γὰρ ῥʼ ἀπάνευθε νεῶν μάρναντο θοάων</l><l n="404">τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ</l><l n="405">τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν</l><l n="406">ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν</l><l n="407">ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ·</l></div></div></body></text></TEI>