<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="346">τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης,</l><l n="347">στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,</l><l n="348">καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν</l><l n="349">ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν,</l><l n="350">ὅς ῥʼ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει,</l><l n="351">καὶ δὲ μετʼ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.</l><l n="352"><milestone ed="P" unit="para"/>τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος,</l><l n="353">ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι·</l><l n="354">ἀλλʼ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ</l><l n="355">ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατʼ ἔχοντο.</l><l n="356">Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων·</l><l n="357">οὔτέ τινʼ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει</l><l n="358">οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων,</l><l n="359">ἀλλὰ μάλʼ ἀμφʼ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι.</l><l n="360">ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν</l><l n="361">δεύετο πορφυρέῳ, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον</l><l n="362">νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων</l><l n="363">καὶ Δαναῶν· οὐδʼ οἳ γὰρ ἀναιμωτί γε μάχοντο,</l><l n="364">παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ</l><l n="365">ἀλλήλοις ἀνʼ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν.</l><milestone ed="p" n="366" unit="card"/><l n="366"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης</l><l n="367">οὔτέ ποτʼ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην·</l><l n="368">ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θʼ ὅσσον ἄριστοι</l><l n="369">ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι.</l><l n="370">οἳ δʼ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="371">εὔκηλοι πολέμιζον ὑπʼ αἰθέρι, πέπτατο δʼ αὐγὴ</l><l n="372">ἠελίου ὀξεῖα, νέφος δʼ οὐ φαίνετο πάσης</l><l n="373">γαίης οὐδʼ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο</l><l n="374">ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα</l><l n="375">πολλὸν ἀφεσταότες. τοὶ δʼ ἐν μέσῳ ἄλγεʼ ἔπασχον</l><l n="376">ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ</l><l n="377">ὅσσοι ἄριστοι ἔσαν· δύο δʼ οὔ πω φῶτε πεπύσθην</l><l n="378">ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε</l><l n="379">Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλʼ ἔτʼ ἔφαντο</l></div></div></body></text></TEI>