<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><q><l n="340">τώ ῥʼ ἰθὺς Δαναῶν ἴομεν, μηδʼ οἵ γε ἕκηλοι</l><l n="341">Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα.</l></q><l n="342"><milestone ed="P" unit="para"/>ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη·</l><l n="343">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν.</l><l n="344">ἔνθʼ αὖτʼ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ</l><l n="345">υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον.</l><l n="346">τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης,</l><l n="347">στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,</l><l n="348">καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν</l><l n="349">ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν,</l><l n="350">ὅς ῥʼ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει,</l><l n="351">καὶ δὲ μετʼ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.</l><l n="352"><milestone ed="P" unit="para"/>τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος,</l><l n="353">ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι·</l><l n="354">ἀλλʼ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ</l><l n="355">ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατʼ ἔχοντο.</l><l n="356">Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων·</l></div></div></body></text></TEI>