<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><q><l n="34">νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις</l><l n="35">γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δʼ ἀγορεύεις,</l><l n="36">χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο,</l><l n="37">ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.</l><l n="38">ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην</l><l n="39">εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχεʼ ἐνείκας</l><l n="40">Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ.</l><l n="41">ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται</l><l n="42">οὐδʼ ἔτʼ ἀδήριτος ἤτʼ ἀλκῆς ἤτε φόβοιο.</l><milestone ed="p" n="44" unit="card"/></q><l n="43"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·</l><l n="44">οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ</l><l n="45">ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ</l><l n="46">Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·</l><l n="47">ἂψ δʼ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα</l><l n="48">νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·</l><l n="49">ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή,</l><l n="50">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="51">αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι</l><l n="52">πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.</l><l n="53">οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης</l><l n="54">χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβροχεν ὕδωρ,</l><l n="55">καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι</l><l n="56">παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·</l><l n="57">ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ</l><l n="58">βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίῃ·</l><l n="59">τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον</l><l n="60">Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχεʼ ἐσύλα.</l><l n="61"><milestone ed="P" unit="para"/>ὡς δʼ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς</l><l n="62">βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη·</l><l n="63">τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι</l><l n="64">πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει</l><l n="65">δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τʼ ἄνδρές τε νομῆες</l><l n="66">πολλὰ μάλʼ ἰύζουσιν ἀπόπροθεν οὐδʼ ἐθέλουσιν</l><l n="67">ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·</l></div></div></body></text></TEI>