<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="323">Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς</l><l n="324">κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι</l><l n="325">κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς·</l><l n="326">τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="327">Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε</l><l n="328">Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους</l><l n="329">κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε</l><l n="330">πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας·</l><l n="331">ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι</l><l n="332">νίκην· ἀλλʼ αὐτοὶ τρεῖτʼ ἄσπετον οὐδὲ μάχεσθε.</l></q><l n="333"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Αἰνείας δʼ ἑκατηβόλον Ἀπόλλωνα</l><l n="334">ἔγνω ἐς ἄντα ἰδών, μέγα δʼ Ἕκτορα εἶπε βοήσας·</l><q><l n="335">Ἕκτόρ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων</l><l n="336">αἰδὼς μὲν νῦν ἥδε γʼ ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν</l><l n="337">Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.</l><l n="338">ἀλλʼ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς</l><l n="339">Ζῆνʼ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι·</l></q></div></div></body></text></TEI>