<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="312"><milestone ed="P" unit="para"/>Αἴας δʼ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν</l><l n="313">Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε·</l><l n="314">ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς</l><l n="315">ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="316">χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·</l><l n="317">Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς</l><l n="318">Φόρκυν θʼ Ἱππόθοόν τε, λύοντο δὲ τεύχεʼ ἀπʼ ὤμων.</l><milestone ed="p" n="319" unit="card"/><l n="319"><milestone ed="P" unit="para"/>ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν</l><l n="320">Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,</l><l n="321">Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν</l><l n="322">κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλʼ αὐτὸς Ἀπόλλων</l><l n="323">Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς</l><l n="324">κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι</l><l n="325">κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς·</l><l n="326">τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="327">Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε</l><l n="328">Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους</l></q></div></div></body></text></TEI>