Αἴας δʼ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε· ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ· Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς Φόρκυν θʼ Ἱππόθοόν τε, λύοντο δὲ τεύχεʼ ἀπʼ ὤμων. ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλʼ αὐτὸς Ἀπόλλων Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς· τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων· Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους