<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="306">τυτθόν· ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν</l><l n="307">Φωκήων ὄχʼ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ</l><l n="308">οἰκία ναιετάασκε πολέσσʼ ἄνδρεσσιν ἀνάσσων,</l><l n="309">τὸν βάλʼ ὑπὸ κληῗδα μέσην· διὰ δʼ ἀμπερὲς ἄκρη</l><l n="310">αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε·</l><l n="311">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="312"><milestone ed="P" unit="para"/>Αἴας δʼ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν</l><l n="313">Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε·</l><l n="314">ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς</l><l n="315">ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="316">χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·</l><l n="317">Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς</l><l n="318">Φόρκυν θʼ Ἱππόθοόν τε, λύοντο δὲ τεύχεʼ ἀπʼ ὤμων.</l><milestone ed="p" n="319" unit="card"/><l n="319"><milestone ed="P" unit="para"/>ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν</l><l n="320">Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,</l><l n="321">Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν</l><l n="322">κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλʼ αὐτὸς Ἀπόλλων</l></div></div></body></text></TEI>