<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="296">πληγεῖσʼ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ,</l><l n="297">ἐγκέφαλος δὲ παρʼ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς</l><l n="298">αἱματόεις· τοῦ δʼ αὖθι λύθη μένος, ἐκ δʼ ἄρα χειρῶν</l><l n="299">Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε</l><l n="300">κεῖσθαι· ὃ δʼ ἄγχʼ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ</l><l n="301">τῆλʼ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι</l><l n="302">θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν</l><l n="303">ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.</l><l n="304"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ αὖτʼ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ·</l><l n="305">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος</l><l n="306">τυτθόν· ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν</l><l n="307">Φωκήων ὄχʼ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ</l><l n="308">οἰκία ναιετάασκε πολέσσʼ ἄνδρεσσιν ἀνάσσων,</l><l n="309">τὸν βάλʼ ὑπὸ κληῗδα μέσην· διὰ δʼ ἀμπερὲς ἄκρη</l><l n="310">αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε·</l><l n="311">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="312"><milestone ed="P" unit="para"/>Αἴας δʼ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν</l><l n="313">Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε·</l><l n="314">ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς</l><l n="315">ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="316">χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·</l><l n="317">Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς</l><l n="318">Φόρκυν θʼ Ἱππόθοόν τε, λύοντο δὲ τεύχεʼ ἀπʼ ὤμων.</l><milestone ed="p" n="319" unit="card"/><l n="319"><milestone ed="P" unit="para"/>ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν</l><l n="320">Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,</l><l n="321">Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν</l><l n="322">κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλʼ αὐτὸς Ἀπόλλων</l><l n="323">Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς</l><l n="324">κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι</l><l n="325">κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς·</l><l n="326">τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="327">Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε</l><l n="328">Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους</l><l n="329">κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε</l><l n="330">πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας·</l><l n="331">ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι</l><l n="332">νίκην· ἀλλʼ αὐτοὶ τρεῖτʼ ἄσπετον οὐδὲ μάχεσθε.</l></q><l n="333"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Αἰνείας δʼ ἑκατηβόλον Ἀπόλλωνα</l><l n="334">ἔγνω ἐς ἄντα ἰδών, μέγα δʼ Ἕκτορα εἶπε βοήσας·</l><q><l n="335">Ἕκτόρ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων</l><l n="336">αἰδὼς μὲν νῦν ἥδε γʼ ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν</l><l n="337">Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.</l><l n="338">ἀλλʼ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς</l><l n="339">Ζῆνʼ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι·</l><l n="340">τώ ῥʼ ἰθὺς Δαναῶν ἴομεν, μηδʼ οἵ γε ἕκηλοι</l><l n="341">Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα.</l></q><l n="342"><milestone ed="P" unit="para"/>ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη·</l><l n="343">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν.</l><l n="344">ἔνθʼ αὖτʼ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ</l><l n="345">υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον.</l><l n="346">τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης,</l><l n="347">στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,</l><l n="348">καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν</l><l n="349">ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν,</l><l n="350">ὅς ῥʼ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει,</l><l n="351">καὶ δὲ μετʼ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.</l><l n="352"><milestone ed="P" unit="para"/>τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος,</l><l n="353">ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι·</l><l n="354">ἀλλʼ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ</l><l n="355">ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατʼ ἔχοντο.</l><l n="356">Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων·</l><l n="357">οὔτέ τινʼ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει</l><l n="358">οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων,</l><l n="359">ἀλλὰ μάλʼ ἀμφʼ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι.</l><l n="360">ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν</l><l n="361">δεύετο πορφυρέῳ, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον</l><l n="362">νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων</l><l n="363">καὶ Δαναῶν· οὐδʼ οἳ γὰρ ἀναιμωτί γε μάχοντο,</l><l n="364">παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ</l><l n="365">ἀλλήλοις ἀνʼ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν.</l><milestone ed="p" n="366" unit="card"/><l n="366"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης</l><l n="367">οὔτέ ποτʼ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην·</l><l n="368">ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θʼ ὅσσον ἄριστοι</l><l n="369">ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι.</l><l n="370">οἳ δʼ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="371">εὔκηλοι πολέμιζον ὑπʼ αἰθέρι, πέπτατο δʼ αὐγὴ</l><l n="372">ἠελίου ὀξεῖα, νέφος δʼ οὐ φαίνετο πάσης</l><l n="373">γαίης οὐδʼ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο</l><l n="374">ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα</l><l n="375">πολλὸν ἀφεσταότες. τοὶ δʼ ἐν μέσῳ ἄλγεʼ ἔπασχον</l><l n="376">ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ</l><l n="377">ὅσσοι ἄριστοι ἔσαν· δύο δʼ οὔ πω φῶτε πεπύσθην</l><l n="378">ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε</l><l n="379">Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλʼ ἔτʼ ἔφαντο</l><l n="380">ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.</l><l n="381">τὼ δʼ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων</l><l n="382">νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ</l><l n="383">ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν.</l><l n="384"><milestone ed="P" unit="para"/>τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει</l><l n="385">ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ</l><l n="386">γούνατά τε κνῆμαί τε πόδες θʼ ὑπένερθεν ἑκάστου</l><l n="387">χεῖρές τʼ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν</l><l n="388">ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.</l><l n="389">ὡς δʼ ὅτʼ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην</l><l n="390">λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ·</l><l n="391">δεξάμενοι δʼ ἄρα τοί γε διαστάντες τανύουσι</l><l n="392">κυκλόσʼ, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τʼ ἀλοιφὴ</l><l n="393">πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό·</l><l n="394">ὣς οἵ γʼ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ</l><l n="395">εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς</l><l n="396">Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς</l><l n="397">νῆας ἔπι γλαφυράς· περὶ δʼ αὐτοῦ μῶλος ὀρώρει</l><l n="398">ἄγριος· οὐδέ κʼ Ἄρης λαοσσόος οὐδέ κʼ Ἀθήνη</l><l n="399">τόν γε ἰδοῦσʼ ὀνόσαιτʼ, οὐδʼ εἰ μάλα μιν χόλος ἵκοι·</l><milestone ed="p" n="400" unit="card"/><l n="400">τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων</l><l n="401">ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδʼ ἄρα πώ τι</l><l n="402">ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς·</l><l n="403">πολλὸν γὰρ ῥʼ ἀπάνευθε νεῶν μάρναντο θοάων</l><l n="404">τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ</l><l n="405">τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν</l><l n="406">ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν</l><l n="407">ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ·</l><l n="408">πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων,</l><l n="409">ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα.</l><l n="410">δὴ τότε γʼ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη</l><l n="411">μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.</l><l n="412"><milestone ed="P" unit="para"/>οἳ δʼ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατʼ ἔχοντες</l><l n="413">νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον·</l><l n="414">ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων·</l><q><l n="415">ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι</l><l n="416">νῆας ἔπι γλαφυράς, ἀλλʼ αὐτοῦ γαῖα μέλαινα</l><l n="417">πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη</l><l n="418">εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν</l><l n="419">ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.</l></q><l n="420"><milestone ed="P" unit="para"/>ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν·</l><q><l n="421">ὦ φίλοι, εἰ καὶ μοῖρα παρʼ ἀνέρι τῷδε δαμῆναι</l><l n="422">πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο.</l><milestone ed="p" n="423" unit="card"/></q><l n="423"><milestone ed="P" unit="para"/>ὣς ἄρα τις εἴπεσκε, μένος δʼ ὄρσασκεν ἑκάστου.</l><l n="424">ὣς οἳ μὲν μάρναντο, σιδήρειος δʼ ὀρυμαγδὸς</l><l n="425">χάλκεον οὐρανὸν ἷκε διʼ αἰθέρος ἀτρυγέτοιο·</l><l n="426">ἵπποι δʼ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες</l><l n="427">κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο</l><l n="428">ἐν κονίῃσι πεσόντος ὑφʼ Ἕκτορος ἀνδροφόνοιο.</l><l n="429">ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς</l><l n="430">πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων,</l><l n="431">πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δʼ ἀρειῇ·</l><l n="432">τὼ δʼ οὔτʼ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον</l><l n="433">ἠθελέτην ἰέναι οὔτʼ ἐς πόλεμον μετʼ Ἀχαιούς,</l><l n="434">ἀλλʼ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τʼ ἐπὶ τύμβῳ</l><l n="435">ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός,</l><l n="436">ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες</l><l n="437">οὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφι</l><l n="438">θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν</l><l n="439">ἡνιόχοιο πόθῳ· θαλερὴ δʼ ἐμιαίνετο χαίτη</l><l n="440">ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν.</l><l n="441"><milestone ed="P" unit="para"/>μυρομένω δʼ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων,</l><l n="442">κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·</l><q><l n="443"><milestone ed="P" unit="para"/>ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι</l><l n="444">θνητῷ, ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε;</l><l n="445">ἦ ἵνα δυστήνοισι μετʼ ἀνδράσιν ἄλγεʼ ἔχητον;</l><l n="446">οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς</l><l n="447">πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.</l><l n="448">ἀλλʼ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν</l><l n="449">Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω.</l><l n="450">ἦ οὐχ ἅλις ὡς καὶ τεύχεʼ ἔχει καὶ ἐπεύχεται αὔτως;</l><l n="451">σφῶϊν δʼ ἐν γούνεσσι βαλῶ μένος ἠδʼ ἐνὶ θυμῷ,</l><l n="452">ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο</l><l n="453">νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω</l><l n="454">κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται</l><l n="455">δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ·</l><milestone ed="p" n="456" unit="card"/></q><l n="456"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ.</l><l n="457">τὼ δʼ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε</l><l n="458">ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς.</l><l n="459">τοῖσι δʼ ἐπʼ Αὐτομέδων μάχετʼ ἀχνύμενός περ ἑταίρου</l><l n="460">ἵπποις ἀΐσσων ὥς τʼ αἰγυπιὸς μετὰ χῆνας·</l><l n="461">ῥέα μὲν γὰρ φεύγεσκεν ὑπʼ ἐκ Τρώων ὀρυμαγδοῦ,</l><l n="462">ῥεῖα δʼ ἐπαΐξασκε πολὺν καθʼ ὅμιλον ὀπάζων.</l><l n="463">ἀλλʼ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν·</l><l n="464">οὐ γάρ πως ἦν οἶον ἐόνθʼ ἱερῷ ἐνὶ δίφρῳ</l><l n="465">ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους.</l><l n="466">ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν</l><l n="467">Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο·</l><l n="468">στῆ δʼ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα·</l><q><l n="469">Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν</l><l n="470">ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς;</l><l n="471">οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ</l><l n="472">μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δʼ Ἕκτωρ</l><l n="473">αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.</l></q><l n="474"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Αὐτομέδων προσέφη Διώρεος υἱός·</l><q><l n="475">Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος</l><l n="476">ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε,</l><l n="477">εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος</l><l n="478">ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.</l><l n="479">ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα</l><l n="480">δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι.</l></q><l n="481"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀλκιμέδων δὲ βοηθόον ἅρμʼ ἐπορούσας</l><l n="482">καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,</l><l n="483">Αὐτομέδων δʼ ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ,</l><l n="484">αὐτίκα δʼ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q><l n="485">Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων</l><l n="486">ἵππω τώδʼ ἐνόησα ποδώκεος Αἰακίδαο</l><l n="487">ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι·</l><l n="488">τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ</l><l n="489">σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ</l><l n="490">τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.</l><milestone ed="p" n="491" unit="card"/></q><l n="491"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο.</l><l n="492">τὼ δʼ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους</l><l n="493">αὔῃσι στερεῇσι· πολὺς δʼ ἐπελήλατο χαλκός.</l><l n="494">τοῖσι δʼ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς</l><l n="495">ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς</l><l n="496">αὐτώ τε κτενέειν ἐλάαν τʼ ἐριαύχενας ἵππους</l><l n="497">νήπιοι, οὐδʼ ἄρʼ ἔμελλον ἀναιμωτί γε νέεσθαι</l><l n="498">αὖτις ἀπʼ Αὐτομέδοντος. ὃ δʼ εὐξάμενος Διὶ πατρὶ</l><l n="499">ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας·</l><l n="500">αὐτίκα δʼ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον·</l><q><l n="501">Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,</l><l n="502">ἀλλὰ μάλʼ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε</l><l n="503">Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,</l><l n="504">πρίν γʼ ἐπʼ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω</l><l n="505">νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν</l><l n="506">Ἀργείων, ἤ κʼ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.</l></q><l n="507"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον·</l><q><l n="508">Αἴαντʼ Ἀργείων ἡγήτορε καὶ Μενέλαε</l><l n="509">ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθʼ οἵ περ ἄριστοι</l><l n="510">ἀμφʼ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν,</l><l n="511">νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·</l><l n="512">τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα</l><l n="513">Ἕκτωρ Αἰνείας θʼ, οἳ Τρώων εἰσὶν ἄριστοι.</l><l n="514">ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·</l><l n="515">ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.</l></q><milestone ed="p" n="516" unit="card"/><l n="516"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,</l><l n="517">καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·</l><l n="518">ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,</l><l n="519">νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.</l><l n="520">ὡς δʼ ὅτʼ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ</l><l n="521">κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο</l><l n="522">ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν,</l><l n="523">ὣς ἄρʼ ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος</l><l n="524">νηδυίοισι μάλʼ ὀξὺ κραδαινόμενον λύε γυῖα.</l><l n="525">Ἕκτωρ δʼ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ·</l><l n="526">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·</l><l n="527">πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν</l><l n="528">οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη</l><l n="529">ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.</l><l n="530">καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν ὁρμηθήτην</l><l n="531">εἰ μή σφωʼ Αἴαντε διέκριναν μεμαῶτε,</l><l n="532">οἵ ῥʼ ἦλθον καθʼ ὅμιλον ἑταίρου κικλήσκοντος·</l><l n="533">τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις</l><l n="534">Ἕκτωρ Αἰνείας τʼ ἠδὲ Χρομίος θεοειδής,</l><l n="535">Ἄρητον δὲ κατʼ αὖθι λίπον δεδαϊγμένον ἦτορ</l><l n="536">κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="537">τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="538">ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος</l><l n="539">κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.</l></q><l n="540"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα</l><l n="541">θῆκʼ, ἂν δʼ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν</l><l n="542">αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.</l><milestone ed="p" n="543" unit="card"/><l n="543"><milestone ed="P" unit="para"/>ἂψ δʼ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη</l><l n="544">ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη</l><l n="545">οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς</l><l n="546">ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετʼ αὐτοῦ.</l><l n="547">ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ</l><l n="548">Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο</l><l n="549">ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων</l><l n="550">ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει,</l><l n="551">ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν</l><l n="552">δύσετʼ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.</l><l n="553">πρῶτον δʼ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα</l><l n="554">ἴφθιμον Μενέλαον· ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν·</l><l n="555">εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν·</l><q><l n="556">σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος</l><l n="557">ἔσσεται εἴ κʼ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον</l><l n="558">τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.</l><l n="559">ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.</l></q><l n="560"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="561">Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη</l><l n="562">δοίη κάρτος ἐμοί, βελέων δʼ ἀπερύκοι ἐρωήν·</l><l n="563">τώ κεν ἔγωγʼ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν</l><l n="564">Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.</l><l n="565">ἀλλʼ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδʼ ἀπολήγει</l><l n="566">χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.</l><milestone ed="p" n="567" unit="card"/></q><l n="567"><milestone ed="P" unit="para"/>ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="568">ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.</l><l n="569">ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε,</l><l n="570">καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν,</l><l n="571">ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο</l><l n="572">ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμʼ ἀνθρώπου·</l><l n="573">τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας,</l><l n="574">βῆ δʼ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="575">ἔσκε δʼ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος</l><l n="576">ἀφνειός τʼ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ</l><l n="577">δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής·</l><l n="578">τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος</l><l n="579">ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·</l><l n="580">δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος</l><l n="581">νεκρὸν ὑπʼ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.</l><l n="582"><milestone ed="P" unit="para"/>Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων</l><l n="583">Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων</l><l n="584">ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων·</l><l n="585">τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων·</l><q><l n="586">Ἕκτορ τίς κέ σʼ ἔτʼ ἄλλος Ἀχαιῶν ταρβήσειεν;</l><l n="587">οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε</l><l n="588">μαλθακὸς αἰχμητής· νῦν δʼ οἴχεται οἶος ἀείρας</l><l n="589">νεκρὸν ὑπʼ ἐκ Τρώων, σὸν δʼ ἔκτανε πιστὸν ἑταῖρον</l><l n="590">ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος.</l></q><l n="591"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,</l><l n="592">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.</l><l n="593">καὶ τότʼ ἄρα Κρονίδης ἕλετʼ αἰγίδα θυσσανόεσσαν</l><l n="594">μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,</l><l n="595">ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δὲ τίναξε,</l><l n="596">νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς.</l><milestone ed="p" n="597" unit="card"/><l n="597"><milestone ed="P" unit="para"/>πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.</l><l n="598">βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ</l><l n="599">ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις</l><l n="600">αἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥʼ ἔβαλε σχεδὸν ἐλθών.</l><l n="601">Λήϊτον αὖθʼ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ</l><l n="602">υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης·</l><l n="603">τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ</l><l n="604">ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.</l><l n="605">Ἕκτορα δʼ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα</l><l n="606">βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν·</l><l n="607">ἐν καυλῷ δʼ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν</l><l n="608">Τρῶες· ὃ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο</l><l n="609">δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν·</l><l n="610">αὐτὰρ ὃ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε</l><l n="611">Κοίρανον, ὅς ῥʼ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετʼ αὐτῷ·</l><l n="612">πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας</l><l n="613">ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,</l><l n="614">εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους·</l><l n="615">καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ,</l><l n="616">αὐτὸς δʼ ὤλεσε θυμὸν ὑφʼ Ἕκτορος ἀνδροφόνοιο·</l><l n="617">τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δʼ ἄρʼ ὀδόντας</l><l n="618">ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.</l><l n="619">ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ἡνία χεῦεν ἔραζε.</l><l n="620">καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι</l><l n="621">κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα·</l><q><l n="622">μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι·</l><l n="623">γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τʼ οὐκέτι κάρτος Ἀχαιῶν.</l></q><l n="624"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἰδομενεὺς δʼ ἵμασεν καλλίτριχας ἵππους</l><l n="625">νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ.</l><milestone ed="p" n="626" unit="card"/><l n="626"><milestone ed="P" unit="para"/>οὐδʼ ἔλαθʼ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον</l><l n="627">Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.</l><l n="628">τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας·</l><q><l n="629">ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι</l><l n="630">γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.</l><l n="631">τῶν μὲν γὰρ πάντων βέλεʼ ἅπτεται ὅς τις ἀφήῃ</l><l n="632">ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δʼ ἔμπης πάντʼ ἰθύνει·</l><l n="633">ἡμῖν δʼ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.</l><l n="634">ἀλλʼ ἄγετʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,</l><l n="635">ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ</l><l n="636">χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες,</l><l n="637">οἵ που δεῦρʼ ὁρόωντες ἀκηχέδατʼ, οὐδʼ ἔτι φασὶν</l><l n="638">Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους</l><l n="639">σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.</l><l n="640">εἴη δʼ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα</l><l n="641">Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι</l><l n="642">λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθʼ ἑταῖρος.</l><l n="643">ἀλλʼ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν·</l><l n="644">ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι.</l><l n="645">Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπʼ ἠέρος υἷας Ἀχαιῶν,</l><l n="646">ποίησον δʼ αἴθρην, δὸς δʼ ὀφθαλμοῖσιν ἰδέσθαι·</l><l n="647">ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως.</l></q><l n="648"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα·</l><l n="649">αὐτίκα δʼ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην,</l><l n="650">ἠέλιος δʼ ἐπέλαμψε, μάχη δʼ ἐπὶ πᾶσα φαάνθη·</l><l n="651">καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·</l><q><l n="652">σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι</l><l n="653">ζωὸν ἔτʼ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν,</l><l n="654">ὄτρυνον δʼ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα</l><l n="655">εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.</l><milestone ed="p" n="656" unit="card"/></q><l n="656"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,</l><l n="657">βῆ δʼ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο,</l><l n="658">ὅς τʼ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τʼ ἄνδρας τʼ ἐρεθίζων,</l><l n="659">οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι</l><l n="660">πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων</l><l n="661">ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες</l><l n="662">ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,</l><l n="663">καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·</l><l n="664">ἠῶθεν δʼ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ·</l><l n="665">ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος</l><l n="666">ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ</l><l n="667">ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.</l><l n="668">πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσʼ ἐπέτελλεν·</l><q><l n="669">Αἴαντʼ Ἀργείων ἡγήτορε Μηριόνη τε</l><l n="670">νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο</l><l n="671">μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι</l><l n="672">ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.</l></q><l n="673"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος,</l><l n="674">πάντοσε παπταίνων ὥς τʼ αἰετός, ὅν ῥά τέ φασιν</l><l n="675">ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν,</l><l n="676">ὅν τε καὶ ὑψόθʼ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ</l><l n="677">θάμνῳ ὑπʼ ἀμφικόμῳ κατακείμενος, ἀλλά τʼ ἐπʼ αὐτῷ</l><l n="678">ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν.</l><l n="679">ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ</l><l n="680">πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων,</l><l n="681">εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο.</l><l n="682">τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης</l><l n="683">θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,</l><l n="684">ἀγχοῦ δʼ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος·</l><q><l n="685">Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι</l><l n="686">λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.</l><l n="687">ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα</l><l n="688">γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει,</l><l n="689">νίκη δὲ Τρώων· πέφαται δʼ ὤριστος Ἀχαιῶν</l><l n="690">Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται.</l><l n="691">ἀλλὰ σύ γʼ αἶψʼ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν</l><l n="692">εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ</l><l n="693">γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.</l><milestone ed="p" n="694" unit="card"/></q><l n="694"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας·</l><l n="695">δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε</l><l n="696">δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.</l><l n="697">ἀλλʼ οὐδʼ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε,</l><l n="698">βῆ δὲ θέειν, τὰ δὲ τεύχεʼ ἀμύμονι δῶκεν ἑταίρῳ</l><l n="699">Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους.</l><l n="700"><milestone ed="P" unit="para"/>τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο</l><l n="701">Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.</l><l n="702">οὐδʼ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς</l><l n="703">τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν</l><l n="704">Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη·</l><l n="705">ἀλλʼ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν,</l><l n="706">αὐτὸς δʼ αὖτʼ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει,</l><l n="707">στῆ δὲ παρʼ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα·</l><q><l n="708">κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν</l><l n="709">ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω</l><l n="710">νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ·</l><l n="711">οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.</l><l n="712">ἡμεῖς δʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,</l><l n="713">ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ</l><l n="714">Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν.</l></q><l n="715"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·</l><q><l n="716">πάντα κατʼ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε·</l><l n="717">ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλʼ ὦκα</l><l n="718">νεκρὸν ἀείραντες φέρετʼ ἐκ πόνου· αὐτὰρ ὄπισθε</l><l n="719">νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ</l><l n="720">ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ</l><l n="721">μίμνομεν ὀξὺν Ἄρηα παρʼ ἀλλήλοισι μένοντες.</l></q><l n="722"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο</l><l n="723">ὕψι μάλα μεγάλως· ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε</l><l n="724">Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς.</l><l n="725">ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τʼ ἐπὶ κάπρῳ</l><l n="726">βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων·</l><l n="727">ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες,</l><l n="728">ἀλλʼ ὅτε δή ῥʼ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς,</l><l n="729">ἄψ τʼ ἀνεχώρησαν διά τʼ ἔτρεσαν ἄλλυδις ἄλλος.</l><l n="730">ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο</l><l n="731">νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·</l><l n="732">ἀλλʼ ὅτε δή ῥʼ Αἴαντε μεταστρεφθέντε κατʼ αὐτοὺς</l><l n="733">σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη</l><l n="734">πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι.</l><milestone ed="p" n="735" unit="card"/><l n="735"><milestone ed="P" unit="para"/>ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο</l><l n="736">νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν</l><l n="737">ἄγριος ἠΰτε πῦρ, τό τʼ ἐπεσσύμενον πόλιν ἀνδρῶν</l><l n="738">ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι</l><l n="739">ἐν σέλαϊ μεγάλῳ· τὸ δʼ ἐπιβρέμει ἲς ἀνέμοιο.</l><l n="740">ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων</l><l n="741">ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν·</l><l n="742">οἳ δʼ ὥς θʼ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες</l><l n="743">ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν</l><l n="744">ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς</l><l n="745">τείρεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν·</l><l n="746">ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν</l><l n="747">Αἴαντʼ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ</l><l n="748">ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς,</l><l n="749">ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα</l><l n="750">ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι</l><l n="751">πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·</l><l n="752">ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω</l><l n="753">Τρώων· οἳ δʼ ἅμʼ ἕποντο, δύω δʼ ἐν τοῖσι μάλιστα</l><l n="754">Αἰνείας τʼ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ.</l><l n="755">τῶν δʼ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν</l><l n="756">οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα</l><l n="757">κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,</l><l n="758">ὣς ἄρʼ ὑπʼ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν</l><l n="759">οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.</l><l n="760">πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον</l><l n="761">φευγόντων Δαναῶν· πολέμου δʼ οὐ γίγνετʼ ἐρωή.</l></div><div type="textpart" subtype="Book" n="18"><milestone ed="p" n="1" unit="card"/><l n="1">ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,</l><l n="2">Ἀντίλοχος δʼ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.</l><l n="3">τὸν δʼ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων</l><l n="4">τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν·</l><l n="5">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="6">ὤ μοι ἐγώ, τί τʼ ἄρʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ</l><l n="7">νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;</l><l n="8">μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ,</l><l n="9">ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε</l><l n="10">Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο</l><l n="11">χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.</l><l n="12">ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς</l><l n="13">σχέτλιος· ἦ τʼ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ</l><l n="14">ἂψ ἐπὶ νῆας ἴμεν, μηδʼ Ἕκτορι ἶφι μάχεσθαι.</l></q><l n="15"><milestone ed="P" unit="para"/>εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="16">τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς</l><l n="17">δάκρυα θερμὰ χέων, φάτο δʼ ἀγγελίην ἀλεγεινήν·</l><q><l n="18">ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς</l><l n="19">πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.</l><l n="20">κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται</l><l n="21">γυμνοῦ· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.</l><milestone ed="p" n="22" unit="card"/></q><l n="22"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·</l><l n="23">ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν</l><l n="24">χεύατο κὰκ κεφαλῆς, χαρίεν δʼ ᾔσχυνε πρόσωπον·</l><l n="25">νεκταρέῳ δὲ χιτῶνι μέλαινʼ ἀμφίζανε τέφρη.</l><l n="26">αὐτὸς δʼ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς</l><l n="27">κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.</l><l n="28">δμῳαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε</l><l n="29">θυμὸν ἀκηχέμεναι μεγάλʼ ἴαχον, ἐκ δὲ θύραζε</l><l n="30">ἔδραμον ἀμφʼ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι</l><l n="31">στήθεα πεπλήγοντο, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης.</l><l n="32">Ἀντίλοχος δʼ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων</l><l n="33">χεῖρας ἔχων Ἀχιλῆος· ὃ δʼ ἔστενε κυδάλιμον κῆρ·</l><l n="34">δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.</l><l n="35">σμερδαλέον δʼ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ</l><l n="36">ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,</l><l n="37">κώκυσέν τʼ ἄρʼ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο</l><l n="38">πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.</l><l n="39">ἔνθʼ ἄρʼ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε</l><l n="40">Νησαίη Σπειώ τε Θόη θʼ Ἁλίη τε βοῶπις</l><l n="41">Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια</l><l n="42">καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ</l><l n="43">Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε</l><l n="44">Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα</l><l n="45">Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια</l><l n="46">Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα·</l><l n="47">ἔνθα δʼ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα</l><l n="48">Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τʼ Ἀμάθεια</l><l n="49">ἄλλαι θʼ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.</l><l n="50">τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δʼ ἅμα πᾶσαι</l><l n="51">στήθεα πεπλήγοντο, Θέτις δʼ ἐξῆρχε γόοιο·</l><q><l n="52">κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρʼ ἐῢ πᾶσαι</l><l n="53">εἴδετʼ ἀκούουσαι ὅσʼ ἐμῷ ἔνι κήδεα θυμῷ.</l><l n="54">ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια,</l><l n="55">ἥ τʼ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε</l><l n="56">ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·</l><l n="57">τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς</l><l n="58">νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω</l><l n="59">Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις</l><l n="60">οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.</l><l n="61">ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο</l><l n="62">ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.</l><l n="63">ἀλλʼ εἶμʼ, ὄφρα ἴδωμι φίλον τέκος, ἠδʼ ἐπακούσω</l><l n="64">ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.</l></q><milestone ed="p" n="65" unit="card"/><l n="65"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ</l><l n="66">δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης</l><l n="67">ῥήγνυτο· ταὶ δʼ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο</l><l n="68">ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ</l><l n="69">Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφʼ Ἀχιλῆα.</l><l n="70">τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,</l><l n="71">ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,</l><l n="72">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="73">τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;</l><l n="74">ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται</l><l n="75">ἐκ Διός, ὡς ἄρα δὴ πρίν γʼ εὔχεο χεῖρας ἀνασχὼν</l><l n="76">πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν</l><l n="77">σεῦ ἐπιδευομένους, παθέειν τʼ ἀεκήλια ἔργα.</l></q><l n="78"><milestone ed="P" unit="para"/>τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="79">μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν·</l><l n="80">ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθʼ ἑταῖρος</l><l n="81">Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων</l><l n="82">ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δʼ Ἕκτωρ</l><l n="83">δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι</l><l n="84">καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα</l><l n="85">ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ.</l><l n="86">αἴθʼ ὄφελες σὺ μὲν αὖθι μετʼ ἀθανάτῃς ἁλίῃσι</l><l n="87">ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.</l><l n="88">νῦν δʼ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη</l><l n="89">παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις</l><l n="90">οἴκαδε νοστήσαντʼ, ἐπεὶ οὐδʼ ἐμὲ θυμὸς ἄνωγε</l><l n="91">ζώειν οὐδʼ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ</l><l n="92">πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ,</l><l n="93">Πατρόκλοιο δʼ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.</l></q><l n="94"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα·</l><q><l n="95">ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις·</l><l n="96">αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος.</l></q><milestone ed="p" n="97" unit="card"/><l n="97"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="98">αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ</l><l n="99">κτεινομένῳ ἐπαμῦναι· ὃ μὲν μάλα τηλόθι πάτρης</l><l n="100">ἔφθιτʼ, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι.</l><l n="101">νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,</l><l n="102">οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδʼ ἑτάροισι</l><l n="103">τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ,</l><l n="104">ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,</l><l n="105">τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων</l><l n="106">ἐν πολέμῳ· ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι.</l><l n="107">ὡς ἔρις ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπόλοιτο</l><l n="108">καὶ χόλος, ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι,</l><l n="109">ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο</l><l n="110">ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός·</l><l n="111">ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.</l><l n="112">ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,</l><l n="113">θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·</l><l n="114">νῦν δʼ εἶμʼ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω</l><l n="115">Ἕκτορα· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ</l><l n="116">Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.</l><l n="117">οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,</l><l n="118">ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι·</l><l n="119">ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.</l><l n="120">ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,</l><l n="121">κείσομʼ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,</l><l n="122">καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων</l><l n="123">ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων</l><l n="124">δάκρυʼ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,</l><l n="125">γνοῖεν δʼ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι·</l><l n="126">μὴ δέ μʼ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.</l><milestone ed="p" n="127" unit="card"/></q><l n="127"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·</l><q><l n="128">ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι</l><l n="129">τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.</l><l n="130">ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται</l><l n="131">χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ</l><l n="132">αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι</l><l n="133">δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.</l><l n="134">ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος</l><l n="135">πρίν γʼ ἐμὲ δεῦρʼ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι·</l><l n="136">ἠῶθεν γὰρ νεῦμαι ἅμʼ ἠελίῳ ἀνιόντι</l><l n="137">τεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος.</l></q><l n="138"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα πάλιν τράπεθʼ υἷος ἑοῖο,</l><l n="139">καὶ στρεφθεῖσʼ ἁλίῃσι κασιγνήτῃσι μετηύδα·</l><q><l n="140">ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον</l><l n="141">ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός,</l><l n="142">καί οἱ πάντʼ ἀγορεύσατʼ· ἐγὼ δʼ ἐς μακρὸν Ὄλυμπον</l><l n="143">εἶμι παρʼ Ἥφαιστον κλυτοτέχνην, αἴ κʼ ἐθέλῃσιν</l><l n="144">υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.</l></q><l n="145"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, αἳ δʼ ὑπὸ κῦμα θαλάσσης αὐτίκʼ ἔδυσαν·</l><l n="146">ἣ δʼ αὖτʼ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα</l><l n="147">ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχεʼ ἐνείκαι.</l><milestone ed="p" n="148" unit="card"/><l n="148"><milestone ed="P" unit="para"/>τὴν μὲν ἄρʼ Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ</l><l n="149">θεσπεσίῳ ἀλαλητῷ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο</l><l n="150">φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο.</l><l n="151">οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="152">ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντʼ Ἀχιλῆος·</l><l n="153">αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι</l><l n="154">Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν.</l><l n="155">τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ</l><l n="156">ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα·</l><l n="157">τρὶς δὲ δύʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν</l><l n="158">νεκροῦ ἀπεστυφέλιξαν· ὃ δʼ ἔμπεδον ἀλκὶ πεποιθὼς</l><l n="159">ἄλλοτʼ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δʼ αὖτε</l><l n="160">στάσκε μέγα ἰάχων· ὀπίσω δʼ οὐ χάζετο πάμπαν.</l><l n="161">ὡς δʼ ἀπὸ σώματος οὔ τι λέοντʼ αἴθωνα δύνανται</l><l n="162">ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,</l><l n="163">ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ</l><l n="164">Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.</l><l n="165">καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,</l><l n="166">εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις</l><l n="167">ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι</l><l n="168">κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη.</l><l n="169">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="170">ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατʼ ἀνδρῶν·</l><l n="171">Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ</l><l n="172">ἕστηκε πρὸ νεῶν· οἳ δʼ ἀλλήλους ὀλέκουσιν</l><l n="173">οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος,</l><l n="174">οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν</l><l n="175">Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ</l><l n="176">ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε</l><l n="177">πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς.</l><l n="178">ἀλλʼ ἄνα μηδʼ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω</l><l n="179">Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι·</l><l n="180">σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ.</l><milestone ed="p" n="181" unit="card"/></q><l n="181"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="182">Ἶρι θεὰ τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε;</l></q><l n="183"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·</l><q><l n="184">Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις·</l><l n="185">οὐδʼ οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος</l><l n="186">ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται.</l></q><l n="187"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="188">πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχεʼ ἐκεῖνοι·</l><l n="189">μήτηρ δʼ οὔ με φίλη πρίν γʼ εἴα θωρήσσεσθαι</l><l n="190">πρίν γʼ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι·</l><l n="191">στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεν ἔντεα καλά.</l><l n="192">ἄλλου δʼ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω,</l><l n="193">εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο.</l><l n="194">ἀλλὰ καὶ αὐτὸς ὅ γʼ ἔλπομʼ ἐνὶ πρώτοισιν ὁμιλεῖ</l><l n="195">ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος.</l></q><l n="196"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·</l><q><l n="197">εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχεʼ ἔχονται·</l><l n="198">ἀλλʼ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι,</l><l n="199">αἴ κέ σʼ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο</l><l n="200">Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="201">τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.</l></q><l n="202"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,</l><l n="203">αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δʼ Ἀθήνη</l><l n="204">ὤμοις ἰφθίμοισι βάλʼ αἰγίδα θυσσανόεσσαν,</l><l n="205">ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων</l><l n="206">χρύσεον, ἐκ δʼ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.</l><l n="207">ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται</l><l n="208">τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται,</l><l n="209">οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ</l><l n="210">ἄστεος ἐκ σφετέρου· ἅμα δʼ ἠελίῳ καταδύντι</l><l n="211">πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δʼ αὐγὴ</l><l n="212">γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι,</l><l n="213">αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται·</l><l n="214">ὣς ἀπʼ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρʼ ἵκανε·</l><l n="215">στῆ δʼ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδʼ ἐς Ἀχαιοὺς</l><l n="216">μίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετʼ ἐφετμήν.</l><l n="217">ἔνθα στὰς ἤϋσʼ, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη</l><l n="218">φθέγξατʼ· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.</l><milestone ed="p" n="219" unit="card"/><l n="219">ὡς δʼ ὅτʼ ἀριζήλη φωνή, ὅτε τʼ ἴαχε σάλπιγξ</l><l n="220">ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων,</l><l n="221">ὣς τότʼ ἀριζήλη φωνὴ γένετʼ Αἰακίδαο.</l><l n="222">οἳ δʼ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο,</l><l n="223">πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποι</l><l n="224">ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ.</l><l n="225">ἡνίοχοι δʼ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ</l><l n="226">δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος</l><l n="227">δαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="228">τρὶς μὲν ὑπὲρ τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεύς,</l><l n="229">τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τʼ ἐπίκουροι.</l><l n="230">ἔνθα δὲ καὶ τότʼ ὄλοντο δυώδεκα φῶτες ἄριστοι</l><l n="231">ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶ</l><l n="232">ἀσπασίως Πάτροκλον ὑπʼ ἐκ βελέων ἐρύσαντες</l><l n="233">κάτθεσαν ἐν λεχέεσσι· φίλοι δʼ ἀμφέσταν ἑταῖροι</l><l n="234">μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετʼ Ἀχιλλεὺς</l><l n="235">δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον</l><l n="236">κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ,</l><l n="237">τόν ῥʼ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν</l><l n="238">ἐς πόλεμον, οὐδʼ αὖτις ἐδέξατο νοστήσαντα.</l><l n="239"><milestone ed="P" unit="para"/>Ἠέλιον δʼ ἀκάμαντα βοῶπις πότνια Ἥρη</l><l n="240">πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι·</l><l n="241">ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ</l><l n="242">φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο.</l><milestone ed="p" n="243" unit="card"/><l n="243"><milestone ed="P" unit="para"/>Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης</l><l n="244">χωρήσαντες ἔλυσαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,</l><l n="245">ἐς δʼ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι.</l><l n="246">ὀρθῶν δʼ ἑσταότων ἀγορὴ γένετʼ, οὐδέ τις ἔτλη</l><l n="247">ἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκʼ Ἀχιλλεὺς</l><l n="248">ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.</l><l n="249">τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχʼ ἀγορεύειν</l><l n="250">Πανθοΐδης· ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·</l><l n="251">Ἕκτορι δʼ ἦεν ἑταῖρος, ἰῇ δʼ ἐν νυκτὶ γένοντο,</l><l n="252">ἀλλʼ ὃ μὲν ἂρ μύθοισιν, ὃ δʼ ἔγχεϊ πολλὸν ἐνίκα·</l><l n="253">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="254">ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε</l><l n="255">ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν</l><l n="256">ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν.</l><l n="257">ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ</l><l n="258">τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί·</l><l n="259">χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων</l><l n="260">ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας.</l><l n="261">νῦν δʼ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα·</l><l n="262">οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει</l><l n="263">μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ</l><l n="264">ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται,</l><l n="265">ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν.</l><l n="266">ἀλλʼ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται·</l><l n="267">νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα</l><l n="268">ἀμβροσίη· εἰ δʼ ἄμμε κιχήσεται ἐνθάδʼ ἐόντας</l><l n="269">αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν</l><l n="270">γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν</l><l n="271">ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται</l><l n="272">Τρώων· αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο.</l><l n="273">εἰ δʼ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ,</l><l n="274">νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι</l><l n="275">ὑψηλαί τε πύλαι σανίδες τʼ ἐπὶ τῇς ἀραρυῖαι</l><l n="276">μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται·</l><l n="277">πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες</l><l n="278">στησόμεθʼ ἂμ πύργους· τῷ δʼ ἄλγιον, αἴ κʼ ἐθέλῃσιν</l><l n="279">ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι.</l><l n="280">ἂψ πάλιν εἶσʼ ἐπὶ νῆας, ἐπεί κʼ ἐριαύχενας ἵππους</l><l n="281">παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων·</l><l n="282">εἴσω δʼ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει,</l><l n="283">οὐδέ ποτʼ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται.</l></q><milestone ed="p" n="284" unit="card"/><l n="284"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="285">Πουλυδάμα σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις,</l><l n="286">ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας.</l><l n="287">ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων;</l><l n="288">πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι</l><l n="289">πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον·</l><l n="290">νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά,</l><l n="291">πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν</l><l n="292">κτήματα περνάμενʼ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς.</l><l n="293">νῦν δʼ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω</l><l n="294">κῦδος ἀρέσθʼ ἐπὶ νηυσί, θαλάσσῃ τʼ ἔλσαι Ἀχαιούς,</l><l n="295">νήπιε μηκέτι ταῦτα νοήματα φαῖνʼ ἐνὶ δήμῳ·</l><l n="296">οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω.</l><l n="297">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.</l><l n="298">νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι,</l><l n="299">καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος·</l><l n="300">Τρώων δʼ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει,</l><l n="301">συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι·</l><l n="302">τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς.</l><l n="303">πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες</l><l n="304">νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.</l><l n="305">εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς,</l><l n="306">ἄλγιον αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε</l><l n="307">φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλʼ ἄντην</l><l n="308">στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην.</l><l n="309">ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα.</l></q><l n="310"><milestone ed="P" unit="para"/>ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν</l><l n="311">νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη.</l><l n="312">Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι,</l><l n="313">Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν.</l><l n="314">δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ</l><l n="315">παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες.</l><l n="316">τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο</l><l n="317">χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου</l><l n="318">πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος,</l><l n="319">ᾧ ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ</l><l n="320">ὕλης ἐκ πυκινῆς· ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών,</l><l n="321">πολλὰ δέ τʼ ἄγκεʼ ἐπῆλθε μετʼ ἀνέρος ἴχνιʼ ἐρευνῶν</l><l n="322">εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ·</l><l n="323">ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν·</l><milestone ed="p" n="324" unit="card"/><q><l n="324"><milestone ed="P" unit="para"/>ὢ πόποι ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ</l><l n="325">θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι·</l><l n="326">φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν</l><l n="327">Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν.</l><l n="328">ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ·</l><l n="329">ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι</l><l n="330">αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδʼ ἐμὲ νοστήσαντα</l><l n="331">δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς</l><l n="332">οὐδὲ Θέτις μήτηρ, ἀλλʼ αὐτοῦ γαῖα καθέξει.</l><l n="333">νῦν δʼ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμʼ ὑπὸ γαῖαν,</l><l n="334">οὔ σε πρὶν κτεριῶ πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι</l><l n="335">τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος·</l><l n="336">δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω</l><l n="337">Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.</l><l n="338">τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως,</l><l n="339">ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι</l><l n="340">κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι,</l><l n="341">τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ</l><l n="342">πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.</l></q><l n="343"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς</l><l n="344">ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα</l><l n="345">Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα.</l><l n="346">οἳ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,</l><l n="347">ἐν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες.</l><l n="348">γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·</l><l n="349">αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,</l><l n="350">καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπʼ ἐλαίῳ,</l><l n="351">ἐν δʼ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο·</l><l n="352">ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν</l><l n="353">ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ.</l><l n="354">παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφʼ Ἀχιλῆα</l><l n="355">Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες·</l><l n="356">Ζεὺς δʼ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε·</l><q><l n="357">ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη</l><l n="358">ἀνστήσασʼ Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο</l><l n="359">ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί.</l><milestone ed="p" n="360" unit="card"/></q><l n="360"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="361">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.</l><l n="362">καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι,</l><l n="363">ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε·</l><l n="364">πῶς δὴ ἔγωγʼ, ἥ φημι θεάων ἔμμεν ἀρίστη,</l><l n="365">ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις</l><l n="366">κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις,</l><l n="367">οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;</l></q><l n="368"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="369">Ἡφαίστου δʼ ἵκανε δόμον Θέτις ἀργυρόπεζα</l><l n="370">ἄφθιτον ἀστερόεντα μεταπρεπέʼ ἀθανάτοισι</l><l n="371">χάλκεον, ὅν ῥʼ αὐτὸς ποιήσατο κυλλοποδίων.</l><l n="372">τὸν δʼ εὗρʼ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας</l><l n="373">σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν</l><l n="374">ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο,</l><l n="375">χρύσεα δέ σφʼ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν,</l><l n="376">ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατʼ ἀγῶνα</l><l n="377">ἠδʼ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι.</l><l n="378">οἳ δʼ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δʼ οὔ πω</l><l n="379">δαιδάλεα προσέκειτο· τά ῥʼ ἤρτυε, κόπτε δὲ δεσμούς.</l><l n="380">ὄφρʼ ὅ γε ταῦτʼ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι,</l><l n="381">τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.</l><l n="382">τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος</l><l n="383">καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις·</l><l n="384">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="385">τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ</l><l n="386">αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.</l><l n="387">ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.</l><milestone ed="p" n="388" unit="card"/></q><l n="388"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων.</l><l n="389">τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου</l><l n="390">καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·</l><l n="391">κέκλετο δʼ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον·</l><q><l n="392">Ἥφαιστε πρόμολʼ ὧδε· Θέτις νύ τι σεῖο χατίζει.</l></q><l n="393">τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·</l><q><l n="394">ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον,</l><l n="395">ἥ μʼ ἐσάωσʼ ὅτε μʼ ἄλγος ἀφίκετο τῆλε πεσόντα</l><l n="396">μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μʼ ἐθέλησε</l><l n="397">κρύψαι χωλὸν ἐόντα· τότʼ ἂν πάθον ἄλγεα θυμῷ,</l><l n="398">εἰ μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳ</l><l n="399">Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο.</l><l n="400">τῇσι παρʼ εἰνάετες χάλκευον δαίδαλα πολλά,</l><l n="401">πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους</l><l n="402">ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖο</l><l n="403">ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλος</l><l n="404">ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,</l><l n="405">ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μʼ ἐσάωσαν.</l><l n="406">ἣ νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼ</l><l n="407">πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν.</l><l n="408">ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά,</l><l n="409">ὄφρʼ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα.</l></q><l n="410"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη</l><l n="411">χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.</l><l n="412">φύσας μέν ῥʼ ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα</l><l n="413">λάρνακʼ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο·</l><l n="414">σπόγγῳ δʼ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρʼ ἀπομόργνυ</l><l n="415">αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα,</l><l n="416">δῦ δὲ χιτῶνʼ, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε</l><l n="417">χωλεύων· ὑπὸ δʼ ἀμφίπολοι ῥώοντο ἄνακτι</l><l n="418">χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι.</l><l n="419">τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ</l><l n="420">καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν.</l><l n="421">αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὃ ἔρρων</l><l n="422">πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ,</l><l n="423">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="424">τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ</l><l n="425">αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.</l><l n="426">αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,</l><l n="427">εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.</l><milestone ed="p" n="428" unit="card"/></q><l n="428"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·</l><q><l n="429">Ἥφαιστʼ, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσʼ ἐν Ὀλύμπῳ,</l><l n="430">τοσσάδʼ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ</l><l n="431">ὅσσʼ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν;</l><l n="432">ἐκ μέν μʼ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν</l><l n="433">Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν</l><l n="434">πολλὰ μάλʼ οὐκ ἐθέλουσα. ὃ μὲν δὴ γήραϊ λυγρῷ</l><l n="435">κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν·</l><l n="436">υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε</l><l n="437">ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·</l><l n="438">τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς</l><l n="439">νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω</l><l n="440">Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις</l><l n="441">οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.</l><l n="442">ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο</l><l n="443">ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.</l><l n="444">κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν,</l><l n="445">τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων.</l><l n="446">ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς</l><l n="447">Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε</l><l n="448">εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες</l><l n="449">Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρʼ ὀνόμαζον.</l><l n="450">ἔνθʼ αὐτὸς μὲν ἔπειτʼ ἠναίνετο λοιγὸν ἀμῦναι,</l><l n="451">αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε,</l><l n="452">πέμπε δέ μιν πόλεμον δέ, πολὺν δʼ ἅμα λαὸν ὄπασσε.</l><l n="453">πᾶν δʼ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι·</l><l n="454">καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων</l><l n="455">πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν</l><l n="456">ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.</l><l n="457">τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα</l><l n="458">υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν</l><l n="459">καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας</l><l n="460">καὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος</l><l n="461">Τρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.</l><milestone ed="p" n="462" unit="card"/></q><l n="462"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·</l><q><l n="463">θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.</l><l n="464">αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην</l><l n="465">νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι,</l><l n="466">ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε</l><l n="467">ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.</l></q><l n="468"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δʼ ἐπὶ φύσας·</l><l n="469">τὰς δʼ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι.</l><l n="470">φῦσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων</l><l n="471">παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι,</l><l n="472">ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δʼ αὖτε,</l><l n="473">ὅππως Ἥφαιστός τʼ ἐθέλοι καὶ ἔργον ἄνοιτο.</l><l n="474">χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε</l><l n="475">καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα</l><l n="476">θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ</l><l n="477">ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην.</l><l n="478"><milestone ed="P" unit="para"/>ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε</l><l n="479">πάντοσε δαιδάλλων, περὶ δʼ ἄντυγα βάλλε φαεινὴν</l><l n="480">τρίπλακα μαρμαρέην, ἐκ δʼ ἀργύρεον τελαμῶνα.</l><l n="481">πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ</l><l n="482">ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.</l><l n="483"><milestone ed="P" unit="para"/>ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν,</l><l n="484">ἠέλιόν τʼ ἀκάμαντα σελήνην τε πλήθουσαν,</l><l n="485">ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται,</l><l n="486">Πληϊάδας θʼ Ὑάδας τε τό τε σθένος Ὠρίωνος</l><l n="487">Ἄρκτόν θʼ, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν,</l><l n="488">ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,</l><l n="489">οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.</l><milestone ed="p" n="490" unit="card"/><l n="490"><milestone ed="P" unit="para"/>ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων</l><l n="491">καλάς. ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν εἰλαπίναι τε,</l><l n="492">νύμφας δʼ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων</l><l n="493">ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δʼ ὑμέναιος ὀρώρει·</l><l n="494">κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ἐν δʼ ἄρα τοῖσιν</l><l n="495">αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες</l><l n="496">ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.</l><l n="497">λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος</l><l n="498">ὠρώρει, δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς</l><l n="499">ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναι</l><l n="500">δήμῳ πιφαύσκων, ὃ δʼ ἀναίνετο μηδὲν ἑλέσθαι·</l><l n="501">ἄμφω δʼ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.</l><l n="502">λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί·</l><l n="503">κήρυκες δʼ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες</l><l n="504">εἵατʼ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ,</l><l n="505">σκῆπτρα δὲ κηρύκων ἐν χέρσʼ ἔχον ἠεροφώνων·</l><l n="506">τοῖσιν ἔπειτʼ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.</l><l n="507">κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,</l><l n="508">τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.</l><l n="509"><milestone ed="P" unit="para"/>τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν</l><l n="510">τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή,</l><l n="511">ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι</l><l n="512">κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν·</l><l n="513">οἳ δʼ οὔ πω πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο.</l><l n="514">τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα</l><l n="515">ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας·</l><l n="516">οἳ δʼ ἴσαν· ἦρχε δʼ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη</l><l n="517">ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,</l><l n="518">καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ</l><l n="519">ἀμφὶς ἀριζήλω· λαοὶ δʼ ὑπολίζονες ἦσαν.</l><l n="520">οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι</l><l n="521">ἐν ποταμῷ, ὅθι τʼ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,</l><l n="522">ἔνθʼ ἄρα τοί γʼ ἵζοντʼ εἰλυμένοι αἴθοπι χαλκῷ.</l><l n="523">τοῖσι δʼ ἔπειτʼ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν</l><l n="524">δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.</l></div></div></body></text></TEI>