εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας. ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα στήῃς· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω. ὣς φάτο, τὸν δʼ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα· νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δʼ ἀγορεύεις, χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο, ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.