μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκʼ ἐλέλιξεν Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δʼ ἔργα τέτυκτο τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα. ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν καπρίῳ, ὅς τʼ ἐν ὄρεσσι κύνας θαλερούς τʼ αἰζηοὺς ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας· ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι. ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ. τὸν δʼ υἱὸς Τελαμῶνος ἐπαΐξας διʼ ὁμίλου πλῆξʼ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου·