<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><q><l n="255">Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.</l></q><l n="256"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὀξὺ δʼ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας·</l><l n="257">πρῶτος δʼ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,</l><l n="258">τὸν δὲ μετʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος</l><l n="259">Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.</l><l n="260">τῶν δʼ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματʼ εἴποι,</l><l n="261">ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;</l><l n="262"><milestone ed="P" unit="para"/>Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.</l><l n="263">ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο</l><l n="264">βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τʼ ἄκραι</l><l n="265">ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,</l><l n="266">τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ</l><l n="267">ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες</l><l n="268">φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δʼ ἄρά σφι</l><l n="269">λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν</l><l n="270">χεῦʼ, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε,</l><l n="271">ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο·</l></div></div></body></text></TEI>