<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><q><l n="244">Ἕκτωρ, ἡμῖν δʼ αὖτʼ ἀναφαίνεται αἰπὺς ὄλεθρος.</l><l n="245">ἀλλʼ ἄγʼ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ.</l><milestone ed="p" n="246" unit="card"/></q><l n="246"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,</l><l n="247">ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·</l><q><l n="248">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="249">οἵ τε παρʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="250">δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος</l><l n="251">λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.</l><l n="252">ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον</l><l n="253">ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν·</l><l n="254">ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δʼ ἐνὶ θυμῷ</l><l n="255">Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.</l></q><l n="256"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὀξὺ δʼ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας·</l><l n="257">πρῶτος δʼ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,</l><l n="258">τὸν δὲ μετʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος</l><l n="259">Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.</l><l n="260">τῶν δʼ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματʼ εἴποι,</l></div></div></body></text></TEI>