<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><q><l n="242">ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι,</l><l n="243">καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει</l><l n="244">Ἕκτωρ, ἡμῖν δʼ αὖτʼ ἀναφαίνεται αἰπὺς ὄλεθρος.</l><l n="245">ἀλλʼ ἄγʼ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ.</l><milestone ed="p" n="246" unit="card"/></q><l n="246"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,</l><l n="247">ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·</l><q><l n="248">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="249">οἵ τε παρʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="250">δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος</l><l n="251">λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.</l><l n="252">ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον</l><l n="253">ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν·</l><l n="254">ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δʼ ἐνὶ θυμῷ</l><l n="255">Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.</l></q><l n="256"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὀξὺ δʼ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας·</l><l n="257">πρῶτος δʼ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,</l><l n="258">τὸν δὲ μετʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος</l><l n="259">Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.</l><l n="260">τῶν δʼ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματʼ εἴποι,</l><l n="261">ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;</l><l n="262"><milestone ed="P" unit="para"/>Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.</l><l n="263">ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο</l><l n="264">βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τʼ ἄκραι</l><l n="265">ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,</l><l n="266">τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ</l><l n="267">ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες</l><l n="268">φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δʼ ἄρά σφι</l><l n="269">λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν</l><l n="270">χεῦʼ, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε,</l><l n="271">ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο·</l><l n="272">μίσησεν δʼ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι</l><l n="273">Τρῳῇσιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.</l><milestone ed="p" n="274" unit="card"/><l n="274"><milestone ed="P" unit="para"/>ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·</l><l n="275">νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τινʼ αὐτῶν</l><l n="276">Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ,</l><l n="277">ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ</l><l n="278">μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκʼ ἐλέλιξεν</l><l n="279">Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δʼ ἔργα τέτυκτο</l><l n="280">τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.</l><l n="281">ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν</l><l n="282">καπρίῳ, ὅς τʼ ἐν ὄρεσσι κύνας θαλερούς τʼ αἰζηοὺς</l><l n="283">ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας·</l><l n="284">ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας</l><l n="285">ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας</l><l n="286">οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα</l><l n="287">ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι.</l><l n="288"><milestone ed="P" unit="para"/>ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς</l><l n="289">Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην</l><l n="290">δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας</l><l n="291">Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ</l><l n="292">ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.</l><l n="293">τὸν δʼ υἱὸς Τελαμῶνος ἐπαΐξας διʼ ὁμίλου</l><l n="294">πλῆξʼ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου·</l><l n="295">ἤρικε δʼ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ</l><l n="296">πληγεῖσʼ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ,</l><l n="297">ἐγκέφαλος δὲ παρʼ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς</l><l n="298">αἱματόεις· τοῦ δʼ αὖθι λύθη μένος, ἐκ δʼ ἄρα χειρῶν</l><l n="299">Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε</l><l n="300">κεῖσθαι· ὃ δʼ ἄγχʼ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ</l><l n="301">τῆλʼ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι</l><l n="302">θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν</l><l n="303">ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.</l><l n="304"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ αὖτʼ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ·</l><l n="305">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος</l><l n="306">τυτθόν· ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν</l><l n="307">Φωκήων ὄχʼ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ</l><l n="308">οἰκία ναιετάασκε πολέσσʼ ἄνδρεσσιν ἀνάσσων,</l><l n="309">τὸν βάλʼ ὑπὸ κληῗδα μέσην· διὰ δʼ ἀμπερὲς ἄκρη</l><l n="310">αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε·</l><l n="311">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="312"><milestone ed="P" unit="para"/>Αἴας δʼ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν</l><l n="313">Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε·</l><l n="314">ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς</l><l n="315">ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="316">χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·</l><l n="317">Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς</l><l n="318">Φόρκυν θʼ Ἱππόθοόν τε, λύοντο δὲ τεύχεʼ ἀπʼ ὤμων.</l><milestone ed="p" n="319" unit="card"/><l n="319"><milestone ed="P" unit="para"/>ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν</l><l n="320">Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,</l><l n="321">Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν</l><l n="322">κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλʼ αὐτὸς Ἀπόλλων</l><l n="323">Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς</l><l n="324">κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι</l><l n="325">κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς·</l><l n="326">τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="327">Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε</l><l n="328">Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους</l><l n="329">κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε</l><l n="330">πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας·</l><l n="331">ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι</l><l n="332">νίκην· ἀλλʼ αὐτοὶ τρεῖτʼ ἄσπετον οὐδὲ μάχεσθε.</l></q><l n="333"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Αἰνείας δʼ ἑκατηβόλον Ἀπόλλωνα</l><l n="334">ἔγνω ἐς ἄντα ἰδών, μέγα δʼ Ἕκτορα εἶπε βοήσας·</l><q><l n="335">Ἕκτόρ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων</l><l n="336">αἰδὼς μὲν νῦν ἥδε γʼ ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν</l><l n="337">Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.</l><l n="338">ἀλλʼ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς</l><l n="339">Ζῆνʼ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι·</l><l n="340">τώ ῥʼ ἰθὺς Δαναῶν ἴομεν, μηδʼ οἵ γε ἕκηλοι</l><l n="341">Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα.</l></q><l n="342"><milestone ed="P" unit="para"/>ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη·</l><l n="343">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν.</l><l n="344">ἔνθʼ αὖτʼ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ</l><l n="345">υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον.</l><l n="346">τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης,</l><l n="347">στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,</l><l n="348">καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν</l><l n="349">ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν,</l><l n="350">ὅς ῥʼ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει,</l><l n="351">καὶ δὲ μετʼ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.</l><l n="352"><milestone ed="P" unit="para"/>τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος,</l><l n="353">ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι·</l><l n="354">ἀλλʼ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ</l><l n="355">ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατʼ ἔχοντο.</l><l n="356">Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων·</l></div></div></body></text></TEI>