ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι, καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει Ἕκτωρ, ἡμῖν δʼ αὖτʼ ἀναφαίνεται αἰπὺς ὄλεθρος. ἀλλʼ ἄγʼ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος, ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες οἵ τε παρʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ. ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν· ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δʼ ἐνὶ θυμῷ Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι. ὣς ἔφατʼ, ὀξὺ δʼ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας· πρῶτος δʼ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα, τὸν δὲ μετʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ. τῶν δʼ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματʼ εἴποι, ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν; Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δʼ ἄρʼ Ἕκτωρ. ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τʼ ἄκραι ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω, τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δʼ ἄρά σφι λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν χεῦʼ, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε, ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο· μίσησεν δʼ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι Τρῳῇσιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους. ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς· νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τινʼ αὐτῶν Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ, ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκʼ ἐλέλιξεν Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δʼ ἔργα τέτυκτο τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα. ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν καπρίῳ, ὅς τʼ ἐν ὄρεσσι κύνας θαλερούς τʼ αἰζηοὺς ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας· ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι. ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ. τὸν δʼ υἱὸς Τελαμῶνος ἐπαΐξας διʼ ὁμίλου πλῆξʼ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου· ἤρικε δʼ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ πληγεῖσʼ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ, ἐγκέφαλος δὲ παρʼ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς αἱματόεις· τοῦ δʼ αὖθι λύθη μένος, ἐκ δʼ ἄρα χειρῶν Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε κεῖσθαι· ὃ δʼ ἄγχʼ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ τῆλʼ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι. Ἕκτωρ δʼ αὖτʼ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ· ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος τυτθόν· ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν Φωκήων ὄχʼ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ οἰκία ναιετάασκε πολέσσʼ ἄνδρεσσιν ἀνάσσων, τὸν βάλʼ ὑπὸ κληῗδα μέσην· διὰ δʼ ἀμπερὲς ἄκρη αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε· δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. Αἴας δʼ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε· ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ· Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς Φόρκυν θʼ Ἱππόθοόν τε, λύοντο δὲ τεύχεʼ ἀπʼ ὤμων. ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλʼ αὐτὸς Ἀπόλλων Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς· τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων· Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας· ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι νίκην· ἀλλʼ αὐτοὶ τρεῖτʼ ἄσπετον οὐδὲ μάχεσθε. ὣς ἔφατʼ, Αἰνείας δʼ ἑκατηβόλον Ἀπόλλωνα ἔγνω ἐς ἄντα ἰδών, μέγα δʼ Ἕκτορα εἶπε βοήσας· Ἕκτόρ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων αἰδὼς μὲν νῦν ἥδε γʼ ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας. ἀλλʼ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς Ζῆνʼ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι· τώ ῥʼ ἰθὺς Δαναῶν ἴομεν, μηδʼ οἵ γε ἕκηλοι Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα. ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη· οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν. ἔνθʼ αὖτʼ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον. τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης, στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν, ὅς ῥʼ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει, καὶ δὲ μετʼ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι. τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος, ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι· ἀλλʼ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατʼ ἔχοντο. Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων·