<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><q><l n="238">ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ</l><l n="239">ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο.</l><l n="240">οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο,</l><l n="241">ὅς κε τάχα Τρώων κορέει κύνας ἠδʼ οἰωνούς,</l><l n="242">ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι,</l><l n="243">καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει</l><l n="244">Ἕκτωρ, ἡμῖν δʼ αὖτʼ ἀναφαίνεται αἰπὺς ὄλεθρος.</l><l n="245">ἀλλʼ ἄγʼ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ.</l><milestone ed="p" n="246" unit="card"/></q><l n="246"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,</l><l n="247">ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·</l><q><l n="248">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="249">οἵ τε παρʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="250">δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος</l><l n="251">λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.</l><l n="252">ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον</l><l n="253">ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν·</l><l n="254">ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δʼ ἐνὶ θυμῷ</l><l n="255">Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.</l></q><l n="256"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ὀξὺ δʼ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας·</l><l n="257">πρῶτος δʼ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,</l><l n="258">τὸν δὲ μετʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος</l><l n="259">Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.</l><l n="260">τῶν δʼ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματʼ εἴποι,</l><l n="261">ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;</l><l n="262"><milestone ed="P" unit="para"/>Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.</l><l n="263">ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο</l><l n="264">βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τʼ ἄκραι</l><l n="265">ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,</l><l n="266">τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ</l><l n="267">ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες</l><l n="268">φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δʼ ἄρά σφι</l><l n="269">λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν</l><l n="270">χεῦʼ, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε,</l><l n="271">ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο·</l></div></div></body></text></TEI>