<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><q><l n="221">οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων</l><l n="222">ἐνθάδʼ ἀφʼ ὑμετέρων πολίων ἤγειρα ἕκαστον,</l><l n="223">ἀλλʼ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα</l><l n="224">προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπʼ Ἀχαιῶν.</l><l n="225">τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ</l><l n="226">λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.</l><l n="227">τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω</l><l n="228">ἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς.</l><l n="229">ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης</l><l n="230">Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας,</l><l n="231">ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δʼ αὐτὸς</l><l n="232">ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.</l></q><l n="233"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν</l><l n="234">δούρατʼ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς</l><l n="235">νεκρὸν ὑπʼ Αἴαντος ἐρύειν Τελαμωνιάδαο</l><l n="236">νήπιοι· ἦ τε πολέσσιν ἐπʼ αὐτῷ θυμὸν ἀπηύρα.</l><l n="651">καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·</l></div></div></body></text></TEI>