<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="210">Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης</l><l n="211">δεινὸς ἐνυάλιος, πλῆσθεν δʼ ἄρα οἱ μέλεʼ ἐντὸς</l><l n="212">ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους</l><l n="213">βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι</l><l n="214">τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος.</l><l n="215">ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι</l><l n="216">Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε</l><l n="217">Ἀστεροπαῖόν τε Δεισήνορά θʼ Ἱππόθοόν τε</l><l n="218">Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν·</l><l n="219">τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="220">κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων·</l><l n="221">οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων</l><l n="222">ἐνθάδʼ ἀφʼ ὑμετέρων πολίων ἤγειρα ἕκαστον,</l><l n="223">ἀλλʼ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα</l><l n="224">προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπʼ Ἀχαιῶν.</l><l n="225">τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ</l><l n="226">λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.</l></q></div></div></body></text></TEI>