δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος. ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων. Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης δεινὸς ἐνυάλιος, πλῆσθεν δʼ ἄρα οἱ μέλεʼ ἐντὸς ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος. ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε Ἀστεροπαῖόν τε Δεισήνορά θʼ Ἱππόθοόν τε