τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε, τεύχεα δʼ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω, τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος. ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων. Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης δεινὸς ἐνυάλιος, πλῆσθεν δʼ ἄρα οἱ μέλεʼ ἐντὸς ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος. ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε Ἀστεροπαῖόν τε Δεισήνορά θʼ Ἱππόθοόν τε Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν· τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων· οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων ἐνθάδʼ ἀφʼ ὑμετέρων πολίων ἤγειρα ἕκαστον, ἀλλʼ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπʼ Ἀχαιῶν. τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω. τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω ἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς. ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας, ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δʼ αὐτὸς ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ. ὣς ἔφαθʼ, οἳ δʼ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν δούρατʼ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς νεκρὸν ὑπʼ Αἴαντος ἐρύειν Τελαμωνιάδαο νήπιοι· ἦ τε πολέσσιν ἐπʼ αὐτῷ θυμὸν ἀπηύρα. καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·