<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><q><l n="204">τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε,</l><l n="205">τεύχεα δʼ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων</l><l n="206">εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω,</l><l n="207">τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι</l><l n="208">δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος.</l></q><milestone ed="p" n="209" unit="card"/><l n="209"><milestone ed="P" unit="para"/>ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων.</l><l n="210">Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης</l><l n="211">δεινὸς ἐνυάλιος, πλῆσθεν δʼ ἄρα οἱ μέλεʼ ἐντὸς</l><l n="212">ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους</l><l n="213">βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι</l><l n="214">τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος.</l><l n="215">ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι</l><l n="216">Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε</l><l n="217">Ἀστεροπαῖόν τε Δεισήνορά θʼ Ἱππόθοόν τε</l><l n="218">Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν·</l><l n="219">τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="220">κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων·</l></q></div></div></body></text></TEI>