<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><q><l n="187">καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.</l></q><l n="188"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ</l><l n="189">δηΐου ἐκ πολέμοιο· θέων δʼ ἐκίχανεν ἑταίρους</l><l n="190">ὦκα μάλʼ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών,</l><l n="191">οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος.</l><l n="192">στὰς δʼ ἀπάνευθε μάχης πολυδακρύου ἔντεʼ ἄμειβεν·</l><l n="193">ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν</l><l n="194">Τρωσὶ φιλοπτολέμοισιν, ὃ δʼ ἄμβροτα τεύχεα δῦνε</l><l n="195">Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνες</l><l n="196">πατρὶ φίλῳ ἔπορον· ὃ δʼ ἄρα ᾧ παιδὶ ὄπασσε</l><l n="197">γηράς· ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.</l><l n="198"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς</l><l n="199">τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο,</l><l n="200">κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν·</l><q><l n="201">ἆ δείλʼ οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν</l><l n="202">ὃς δή τοι σχεδὸν εἶσι· σὺ δʼ ἄμβροτα τεύχεα δύνεις</l><l n="203">ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι·</l></q></div></div></body></text></TEI>