<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><l n="18"><milestone ed="P" unit="para"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·</l><q><l n="19">Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.</l><l n="20">οὔτʼ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος</l><l n="21">οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος</l><l n="22">θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,</l><l n="23">ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.</l><l n="24">οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο</l><l n="25">ἧς ἥβης ἀπόνηθʼ, ὅτε μʼ ὤνατο καί μʼ ὑπέμεινε</l><l n="26">καί μʼ ἔφατʼ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν</l><l n="27">ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα</l></q></div></div></body></text></TEI>