ῥηϊδίως, ὁτὲ δʼ αὐτὸς ἐποτρύνει μαχέσασθαι. ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον, ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις, ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος. ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί, ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, ὄφρʼ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.