<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="17"><q><l n="170">Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες;</l><l n="171">ὢ πόποι ἦ τʼ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων</l><l n="172">τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι·</l><l n="173">νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες,</l><l n="174">ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι.</l><l n="175">οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων·</l><l n="176">ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο,</l><l n="177">ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην</l><l n="178">ῥηϊδίως, ὁτὲ δʼ αὐτὸς ἐποτρύνει μαχέσασθαι.</l><l n="179">ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,</l><l n="180">ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις,</l><l n="181">ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα</l><l n="182">σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.</l></q><l n="183"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="184">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,</l><milestone ed="p" n="185" unit="card"/><l n="185">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,</l><l n="186">ὄφρʼ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω</l></q></div></div></body></text></TEI>