Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες; ὢ πόποι ἦ τʼ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι· νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες, ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι. οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων· ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο, ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην ῥηϊδίως, ὁτὲ δʼ αὐτὸς ἐποτρύνει μαχέσασθαι. ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον, ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις, ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος. ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί, ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, ὄφρʼ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω